§2.70.1ἕκτη δὲ μοῖρα τῆς περὶ τὰ θεῖα νομοθεσίας ἦν ἡ προσνεμηθεῖσα τοῖς καλουμένοις ὑπὸ Ῥωμαίων σαλίοις, οὓς αὐτὸς ὁ Νόμας ἀπέδειξεν ἐκ τῶν πατρικίων δώδεκα τοὺς εὐπρεπεστάτους ἐπιλεξάμενος νέους, ὧν ἐν Παλατίῳ κεῖται τὰ ἱερὰ καὶ αὐτοὶ καλοῦνται Παλατῖνοι.
关于宗教事务立法的第六部分,是分配给被罗马人称为萨利的人们的。 纽玛亲自选拔了十二位最俊美的贵族青年来担任他们,他们的圣物安放在帕拉蒂乌姆,他们自己也被称为帕拉蒂尼。
οἱ μὲν γὰρ Ἀγωναλεῖς, ὑπὸ δέ τινων Κολλῖνοι καλούμενοι σάλιοι, ὧν τὸ ἱεροφυλάκιόν ἐστιν ἐπὶ τοῦ Κολλίνου λόφου, μετὰ Νόμαν ἀπεδείχθησαν ὑπὸ βασιλέως Ὁστιλίου κατʼ §2.70.2εὐχήν, ἣν ἐν τῷ πρὸς Σαβίνους εὔξατο πολέμῳ.
因为被称为阿戈纳莱斯,或被一些人称为科利尼的萨利神官,其圣物保管所位于科利努斯丘陵上,是在纽玛之后由王奥斯蒂利乌斯根据他在与萨宾人的战争中所许下的誓愿而任命的。
οὗτοι πάντες οἱ σάλιοι χορευταί τινές εἰσι καὶ ὑμνηταὶ τῶν ἐνόπλων θεῶν.
所有这些萨利神官都是某种舞者,也是武装神明的赞美者。
ἑορτὴ δʼ αὐτῶν ἐστι περὶ τὰ Παναθήναια ἐν τῷ καλουμένῳ Μαρτίῳ μηνὶ δημοτελὴς ἐπὶ πολλὰς ἡμέρας ἀγομένη, ἐν αἷς διὰ τῆς πόλεως ἄγουσι τοὺς χοροὺς εἴς τε τὴν ἀγορὰν καὶ τὸ Καπιτώλιον καὶ πολλοὺς ἄλλους ἰδίους τε καὶ δημοσίους τόπους, χιτῶνας ποικίλους χαλκαῖς μίτραις κατεζωσμένοι καὶ τηβέννας ἐμπεπορπημένοι περιπορφύρους φοινικοπαρύφους, ἃς καλοῦσι τραβέας ʽἔστι δʼ ἐπιχώριος αὕτη Ῥωμαίοις ἐσθὴς ἐν τοῖς πάνυ τιμίἀ καὶ τὰς καλουμένας ἀπίκας ἐπικείμενοι ταῖς κεφαλαῖς, πίλους ὑψηλοὺς εἰς σχῆμα συναγομένους κωνοειδές, ἃς Ἕλληνες προσαγορεύουσι κυρβασίας.
他们的节日大约在泛雅典娜节期间,在被称为马尔提乌斯(三月)的月份举行,由公费维持并持续数日。 在这些日子里,他们穿过城市,将舞蹈队伍导向广场、卡皮托利乌斯以及许多其他私人和公共场所。 他们身穿色彩斑斓的内衣,用青铜腰带束紧,外面用别针固定着带有紫色边缘的绯红色斗篷,他们称之为特拉贝亚(这是罗马人特有的一种极受尊崇的服饰),头戴被称为阿皮克斯的帽子,这是一种收缩成圆锥形的高帽,希腊人称之为基尔巴西亚。
§2.70.3παρέζωσται δʼ ἕκαστος αὐτῶν ξίφος καὶ τῇ μὲν δεξιᾷ χειρὶ λόγχην ἢ ῥάβδον ἤ τι τοιοῦθʼ ἕτερον κρατεῖ, τῇ δʼ εὐωνύμῳ κατέχει πέλτην Θρᾳκίαν·
他们每个人都佩戴着剑,右手拿着矛、杖或类似的东西,左手拿着色雷斯盾(轻盾)。
ἡ δʼ ἐστὶ ῥομβοειδεῖ θυρεῷ στενωτέρας ἔχοντι τὰς λαγόνας ἐμφερής, οἵας λέγονται φέρειν οἱ τὰ Κουρήτων παρʼ Ἕλλησιν ἐπιτελοῦντες ἱερά.
这种盾与侧翼较窄的菱形盾相似,据说是在希腊人中举行库雷特斯仪式的人所携带的那种。
§2.70.4καί εἰσιν οἱ σάλιοι κατὰ γοῦν τὴν ἐμὴν γνώμην Ἑλληνικῷ μεθερμηνευθέντες ὀνόματι Κουρῆτες, ὑφʼ ἡμῶν μὲν ἐπὶ τῆς ἡλικίας οὕτως ὠνομασμένοι παρὰ τοὺς κούρους, ὑπὸ δὲ Ῥωμαίων ἐπὶ τῆς συντόνου κινήσεως.
在我的心目中,萨利神官如果译成希腊语名称,就是库雷特斯。 我们因其年龄而根据“库罗伊(青年)”如此命名他们,而罗马人则因其剧烈的运动而命名他们。
τὸ γὰρ ἐξάλλεσθαί τε καὶ πηδᾶν σαλῖρε ὑπʼ αὐτῶν λέγεται.
因为跳跃和蹦跳被他们称为“salire”。
ἀπὸ δὲ τῆς αὐτῆς αἰτίας καὶ τοὺς ἄλλους ἅπαντας ὀρχηστάς, ἐπεὶ κἀν τούτοις πολὺ τὸ ἅλμα καὶ σκίρτημα ἔνεστι, παράγοντες ἀπὸ τῶν σαλίων τοὔνομα σαλτάτωρας καλοῦσιν.
由于同样的原因,他们也将所有其他舞者——因为在他们之中也有许多跳跃和蹦跳——从萨利神官派生出名称,称为“saltatores”。
§2.70.5εἰ δὲ ὀρθῶς ὑπείληφα ταύτην αὐτοῖς τὴν προσηγορίαν ἀποδιδοὺς ἐκ τῶν γιγνομένων ὑπʼ αὐτῶν ὁ βουλόμενος συμβαλεῖ.
至于我在赋予他们这一名称时是否理解正确,愿意的人可以从他们所做的事情中得出结论。
κινοῦνται γὰρ πρὸς αὐλὸν ἐν ῥυθμῷ τὰς ἐνοπλίους κινήσεις τοτὲ μὲν ὁμοῦ, τοτὲ δὲ παραλλὰξ καὶ πατρίους τινὰς ὕμνους ᾅδουσιν ἅμα ταῖς χορείαις.
因为他们伴着笛声有节奏地进行武装舞蹈动作,时而一起,时而交替进行,并在舞蹈的同时唱着一些祖传的赞歌。
χορείαν δὲ καὶ κίνησιν ἐνόπλιον καὶ τὸν ἐν ταῖς ἀσπίσιν ἀποτελούμενον ὑπὸ τῶν ἐγχειριδίων ψόφον, εἴ τι δεῖ τοῖς ἀρχαίοις τεκμηριοῦσθαι λόγοις, Κουρῆτες ἦσαν οἱ πρῶτοι καταστησάμενοι.
而舞蹈、武装动作以及用短剑在盾牌上拍击出的声响,如果必须以古代传说为证据的话,库雷特斯是最初确立这些的人。
τὸν δὲ περὶ αὐτῶν μῦθον οὐδὲν δέομαι πρὸς εἰδότας ὀλίγου δεῖν πάντας γράφειν.
至于关于他们的神话,我完全不需要向几乎人人都知道的读者们书写。