Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §2.66.1-2.66.6

维斯塔祭坛的设立与神庙秘宝诸说

第 157 段,共 962 段 · 希腊语

内容简介

努马在卡皮托林和帕拉蒂尼之间为罗马设立了一个共同的灶神祭坛,并规定由贞女守护圣物。关于神庙中秘藏圣物的正体,文中介绍了包括梅特鲁斯在第一次布匿战争火灾中的营救事迹以及特洛伊起源等推测,但作者本人认为不应多加探究。

§2.66.1νόμας δὲ τὴν ἀρχὴν παραλαβὼν τὰς μὲν ἰδίας οὐκ ἐκίνησε τῶν φρατριῶν ἑστίας, κοινὴν δὲ κατεστήσατο πάντων μίαν ἐν τῷ μεταξὺ τοῦ τε Καπιτωλίου καὶ τοῦ Παλατίου χωρίῳ, συμπεπολισμένων ἤδη τῶν λόφων ἑνὶ περιβόλῳ καὶ μέσης ἀμφοῖν οὔσης τῆς ἀγορᾶς, ἐν ᾗ κατεσκεύασται τὸ ἱερόν, τήν τε φυλακὴν τῶν ἱερῶν κατὰ τὸν πάτριον τῶν Λατίνων νόμον διὰ παρθένων ἐνομοθέτησε γίνεσθαι·
努马继位后,没有动用库里亚各自的私人灶神祭坛,而是在卡皮托林和帕拉蒂尼两座山丘之间的地带,为所有人设立了一个共同的灶神祭坛。 当时这些山丘已经通过一道围墙联结在了一起,而广场就在两者中间,神庙便建于其中。 他还规定,要按照拉丁人的祖传法律,由贞女来守护这些圣物。
§2.66.2ἔχει δέ τινας ἀπορίας καὶ τὸ φυλαττόμενον ἐν τῷ ἱερῷ τί δήποτέ ἐστι καὶ διὰ τί πρόσκειται παρθένοις.
然而,关于在神庙中守护的究竟是什么,以及为什么要托付给贞女,存在着一些疑问。
τινὲς μὲν οὖν οὐδὲν ἔξω τοῦ φανεροῦ πυρὸς εἶναί φασι τὸ τηρούμενον, τὴν δὲ φυλακὴν αὐτοῦ παρθένοις ἀνακεῖσθαι μᾶλλον ἢ ἀνδράσι ποιοῦνται κατὰ τὸ εἰκός, ὅτι πῦρ μὲν ἀμίαντον, παρθένος δʼ ἄφθαρτον, τῷ δʼ ἁγνοτάτῳ τῶν θείων τὸν καθαρώτατον τῶν θνητῶν φίλον.
有些人认为,除了显现的圣火之外,并没有保存其他东西,并且他们认为按常理,将其守护工作交托给贞女而非男子更为合适,因为火是无瑕的,而贞女是纯洁不腐的,凡人中最清白者与神圣事物中最纯洁者最为相契。
§2.66.3Ἑστίᾳ δʼ ἀνακεῖσθαι τὸ πῦρ νομίζουσιν, ὅτι γῆ τε οὖσα ἡ θεὸς καὶ τὸν μέσον κατέχουσα τοῦ κόσμου τόπον τὰς ἀνάψεις τοῦ μεταρσίου ποιεῖται πυρὸς ἀφʼ ἑαυτῆς.
他们认为火是献给维斯塔的,因为这位女神即是大地,占据着宇宙的中心位置,并从自身产生出高空之火的燃烧。
εἰσὶ δέ τινες οἵ φασιν ἔξω τοῦ πυρὸς ἀπόρρητα τοῖς πολλοῖς ἱερὰ κεῖσθαί τινα ἐν τῷ τεμένει τῆς θεᾶς, ὧν οἵ τε ἱεροφάνται τὴν γνῶσιν ἔχουσι καὶ αἱ παρθένοι, τεκμήριον οὐ μικρὸν παρεχόμενοι τοῦ λόγου τὸ συμβὰν περὶ τὴν ἔμπρησιν τοῦ ἱεροῦ κατὰ τὸν Φοινικικὸν πόλεμον τὸν πρῶτον συστάντα Ῥωμαῖοις πρὸς Καρχηδονίους περὶ Σικελίας.
但也有人说,除火之外,女神的圣所中还保存着一些不为大众所知的秘密圣物,只有祭司和贞女才知晓。 他们为这一说法提供了一个不小的证据,即在罗马人与迦太基人因西西里而爆发的第一次布匿战争期间,神庙发生火灾时所发生的事情。
§2.66.4ἐμπρησθέντος γὰρ τοῦ τεμένους καὶ τῶν παρθένων φευγουσῶν ἐκ τοῦ πυρὸς τῶν ἱεροφαντῶν τις Λεύκιος Καικίλιος ὁ καλούμενος Μέτελλος ἀνὴρ ὑπατικός, ὁ τὸν ἀοίδιμον ἐκ Σικελίας ἀπὸ Καρχηδονίων καταγαγὼν ὀκτὼ καὶ τριάκοντα καὶ ἑκατὸν ἐλεφάντων θρίαμβον, ὑπεριδὼν τῆς ἰδίας ἀσφαλείας τοῦ κοινῇ συμφέροντος ἕνεκα παρεκινδύνευσεν εἰς τὰ καιόμενα βιάσασθαι καὶ τὰ καταλειφθέντα ὑπὸ τῶν παρθένων ἁρπάσας ἱερὰ διέσωσεν ἐκ τοῦ πυρός·
当圣所失火,贞女们从火中逃生时,大祭司之一、被称为梅特鲁斯的卢基乌斯·凯基利乌斯——一位执政官级的显贵,曾因在西西里击败迦太基人并带回一百三十八头大象而举行了那场名垂青史的凯旋式——为了公共利益而置个人安全于不顾,冒险闯入燃烧着的废墟,夺回了被贞女们遗留下的圣物,将它们从火中抢救了出来。
ἐφʼ ᾧ τιμὰς παρὰ τῆς πόλεως ἐξηνέγκατο μεγάλας, ὡς ἡ τῆς εἰκόνος αὐτοῦ τῆς ἐν Καπιτωλίῳ κειμένης ἐπιγραφὴ μαρτυρεῖ.
为此,他获得了国家授予的极大荣誉,正如他那立于卡皮托林的雕像上的铭文所证实的那样。
§2.66.5τοῦτο δὴ λαβόντες ὁμολογούμενον ἐπισυνάπτουσιν αὐτοὶ στοχασμούς τινας ἰδίους, οἱ μὲν ἐκ τῶν ἐν Σαμοθρᾴκῃ λέγοντες ἱερῶν μοῖραν εἶναί τινα φυλαττομένην τὴν ἐνθάδε, Δαρδάνου μὲν εἰς τὴν ὑφʼ ἑαυτοῦ κτισθεῖσαν πόλιν ἐκ τῆς νήσου τὰ ἱερὰ μετενεγκαμένου, Αἰνείου δὲ, ὅτʼ ἔφυγεν ἐκ τῆς Τρωάδος ἅμα τοῖς ἄλλοις καὶ ταῦτα κομίσαντος εἰς Ἰταλίαν, οἱ δὲ τὸ διοπετὲς Παλλάδιον ἀποφαίνοντες εἶναι τὸ παρʼ Ἰλιεῦσι γενόμενον, ὡς Αἰνείου κομίσαντος αὐτὸ διʼ ἐμπειρίαν, Ἀχαιῶν δὲ τὸ μίμημα αὐτοῦ λαβόντων κλοπῇ·
在将这一公认的事实作为依据之后,他们便附会了一些各自的猜测。 有些人说这里守护着萨莫色雷斯神事的一部分,是达尔达诺斯将圣物从该岛迁至他自己建立的城市,而埃涅阿斯在逃离特洛伊时将这些圣物与其他东西一同带到了意大利;另一些人则声称那是从天而降的帕拉迪翁,即曾存在于伊利翁人手中的那件神像,理由是埃涅阿斯因其经验而带走了它,而阿开亚人通过盗窃得到的只是它的复制品。
περὶ οὗ πολλοὶ σφόδρα εἴρηνται ποιηταῖς τε καὶ συγγραφεῦσι λόγοι.
关于此事,诗人和历史学家已经作了极多的论述。
§2.66.6ἐγὼ δὲ τὸ μὲν εἶναί τινα τοῖς πολλοῖς ἄδηλα ἱερὰ φυλαττόμενα ὑπὸ τῶν παρθένων καὶ οὐ τὸ πῦρ μόνον ἐκ πολλῶν πάνυ καταλαμβάνομαι, τίνα δὲ ταῦτʼ ἔστιν οὐκ ἀξιῶ πολυπραγμονεῖν οὔτʼ ἐμαυτὸν οὔτε ἄλλον οὐδένα τῶν βουλομένων τὰ πρὸς θεοὺς ὅσια τηρεῖν.
至于我,我从极多的证据中确信,除了火之外,确实还有一些不为大众所知的圣物由贞女们守护着;但关于这些究竟是什么,我认为无论是我自己,还是其他任何想要对神明保持虔敬的人,都不应该去多加探究。

词汇与语法注释

  1. 2.66.1συμπεπολισμένων ἤδη τῶν λόφων ἑνὶ περιβόλῳ — 属格绝对结构,名词短语 `τῶν λόφων` 作为完成时被动分词 `συμπεπολισμένων` 的逻辑主语,用于解释独立于主句主语 `Nomas` 的背景情况。
  2. 2.66.2τῷ δʼ ἁγνοτάτῳ τῶν θείων τὸν καθαρώτατον τῶν θνητῶν φίλον — 属于带对格的不定式(A.C.I.)结构的一部分,在 `hoti` 引导的从句中省略了系动词 `einai`。`tōi hagnotatōi` 是与格,作形容词 `philon`(“相契的”或“合适的”)的补足语。
  3. 2.66.3ὧν οἵ τε ἱεροφάνται τὴν γνῶσιν ἔχουσι καὶ αἱ παρθένοι — 关系代名词 `hōn` 为属格,先行词是 `aporrēta... hiera tina`(秘密圣物),修饰名词 `tēn gnōsin`(意为“对这些事物的了解”)。
  4. 2.66.5ὡς Αἰνείου κομίσαντος αὐτὸ διʼ ἐμπειρίαν — 连词 `hōs` 连同属格绝对结构(`Aineiou komisantos`),表示主张者(`oi de...`)的主观论据或理由(“由于埃涅阿斯因其经验而带走了它”)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §2.66.1-2.66.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:2.66.1-2.66.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。