§2.65.1τὴν γοῦν ἵδρυσιν τοῦ ἱεροῦ Ῥωμύλῳ τινὲς ἀνατιθέασι τῶν ἀμηχάνων νομίζοντες εἶναι πόλεως οἰκιζομένης ὑπʼ ἀνδρὸς ἐμπείρου μαντικῆς μὴ κατασκευασθῆναι πρῶτον ἑστίαν κοινὴν τῆς πόλεως, καὶ ταῦτα ἐν Ἄλβᾳ τοῦ κτίστου τραφέντος, ἐν ᾗ παλαιὸν ἐξ οὗ τὸ τῆς θεᾶς ταύτης ἱερὸν ἱδρυμένον ἦν, καὶ τῆς μητρὸς αὐτοῦ θυηπόλου γενομένης τῇ θεῷ·
无论如何,有些人将该神庙的建立归功于罗穆路斯,认为在一个由精通占卜的人所建立的城市中,不首先建造一个城市共同的灶神祭坛,乃是属于不可能的事情;尤其是考虑到建国者是在阿尔巴长大的,在那里自古以来就建立了这位女神的神庙,而且他的母亲也曾是这位女神祭司。
διαιρούμενοί τε διχῇ τὰ ἱερὰ καὶ τὰ μὲν αὐτῶν κοινὰ ποιοῦντες καὶ πολιτικά, τὰ δὲ ἴδια καὶ συγγενικά, διʼ ἄμφω ταῦτά φασι πολλὴν ἀνάγκην εἶναι τῷ Ῥωμύλῳ ταύτην σέβειν τὴν θεόν.
他们又将神事一分为二,将其中一部分归为公共和国家事务,另一部分归为私人和家族事务,并声称由于这两个原因,罗穆路斯极有必要崇敬这位女神。
§2.65.2οὔτε γὰρ ἀναγκαιότερον ἀνθρώποις οὐδὲν εἶναι τῆς κοινῆς ἑστίας οὔτε τῷ Ῥωμύλῳ κατὰ διαδοχὴν γένους οὐδὲν οἰκειότερον προγόνων μὲν ὑπάρχοντι τῶν ἐξ Ἰλίου τὰ τῆς θεᾶς ἱερὰ μετενεγκαμένων, μητρὸς δὲ ἱερείας.
因为对人类而言,没有什么比共同的灶神祭坛更为必要的了,而对于罗穆路斯来说,按家族传承而言,也没有什么比这更亲近的了,因为他的先祖是从伊利翁带回该女神圣物的人,而他的母亲又曾是女祭司。
ἐοίκασι δʼ οἱ διὰ ταῦτα τὴν ἵδρυσιν τοῦ ἱεροῦ Ῥωμύλῳ μᾶλλον ἀνατιθέντες ἢ Νόμᾳ, τὸ μὲν κοινὸν ὀρθῶς λέγειν, ὅτι πόλεως οἰκιζομένης ἑστίαν πρῶτον ἔδει ἱδρυθῆναι καὶ ταῦτα ὑπʼ ἀνδρὸς οὐκ ἀπείρου τῆς περὶ τὰ θεῖα σοφίας, τὰ δὲ κατὰ μέρος ὑπέρ τε τῆς κατασκευῆς τοῦ νῦν ὄντος ἱεροῦ καὶ τῶν θεραπευουσῶν τὴν θεὸν παρθένων ἠγνοηκέναι.
然而,由于这些原因而将神庙的建立归功于罗穆路斯而非努马的人,虽然在一般性的论点上说得对——即在建立城市时首先应该设立灶神祭坛,而且这应该由一个并非对神圣智慧毫无经验的人来做——但在关于目前存在的这所神庙的建造,以及侍奉该女神的贞女们的具体细节上,他们似乎并不知晓。
§2.65.3οὔτε γὰρ τὸ χωρίον τοῦτο ἐν ᾧ τὸ ἱερὸν φυλάττεται πῦρ Ῥωμύλος ἦν ὁ καθιερώσας τῇ θεῷ ʽμέγα δὲ τούτου τεκμήριον ὅτι τῆς τετραγώνου καλουμένης Ῥώμης ἣν ἐκεῖνος ἐτείχισεν ἐκτός ἐστιν, ἑστίας δὲ κοινῆς ἱερὸν ἐν τῷ κρατίστῳ μάλιστα καθιδρύονται τῆς πόλεως ἅπαντες, ἔξω δὲ τοῦ τείχους οὐδείσʼ οὔτε διὰ παρθένων τὰς θεραπείας κατεστήσατο τῇ θεῷ μεμνημένος ὡς ἐμοὶ δοκεῖ τοῦ περὶ τὴν μητέρα πάθους, ᾗ συνέβη θεραπευούσῃ τὴν θεὸν τὴν παρθενίαν ἀποβαλεῖν, ὡς οὐχ ἱκανὸς ἐσόμενος, ἐάν τινα τῶν θυηπόλων εὕρῃ διεφθαρμένην, κατὰ τοὺς πατρίους τιμωρήσασθαι νόμους διὰ τὴν ἐπὶ ταῖς οἰκείαις συμφοραῖς ἀνάμνησιν.
因为罗穆路斯并非是将保护圣火的这片土地奉献给女神的人。 对此的一个重大证据是,它位于他用城墙围起来的、所谓的“方形罗马” 之外;而所有人都会将共同灶神的神庙建立在城市最中心的位置,没有人会建在城墙之外。 他也没有设立由贞女来侍奉这位女神的制度,在我看来,这是因为他记着关于他母亲的遭遇,她正是在侍奉女神时失去了贞洁;他认为如果发现有任何女祭司失贞,由于对自己家庭不幸的回忆,他将无法按照祖宗的法律去惩罚她。
§2.65.4διὰ ταῦτα μὲν δὴ κοινὸν ἱερὸν οὐ κατεσκευάσατο τῆς Ἑστίας οὐδὲ ἱερείας ἔταξεν αὐτῇ παρθένους, ἐν ἑκάστῃ δὲ τῶν τριάκοντα φρατριῶν ἱδρυσάμενος ἑστίαν, ἐφʼ ἧς ἔθυον οἱ φρατριεῖς, θυηπόλους αὐτῶν ἐποίησε τοὺς τῶν κουριῶν ἡγεμόνας τὰ παρʼ Ἕλλησιν ἔθη μιμησάμενος, ἃ παρὰ ταῖς ἀρχαιοτάταις τῶν πόλεων ἔτι γίγνεται.
正是因为这些原因,他确实没有为维斯塔建造一个共同的神庙,也没有为她指定贞女祭司,而是在三十个库里亚的每一个中都设立了灶神祭坛,由库里亚的成员在其上进行祭祀,并让库里亚的领袖们担任祭司,这模仿了希腊人之间的习俗,这些习俗在他们最古老的城市中至今仍在实行。
τά γέ τοι καλούμενα πρυτανεῖα παρʼ αὐτοῖς Ἑστίας ἐστὶν ἱερά, καὶ θεραπεύεται πρὸς τῶν ἐχόντων τὸ μέγιστον ἐν ταῖς πόλεσι κράτος.
总之,在他们那里被称为“普里塔内翁”的地方就是赫斯提亚的神殿,并由在城市中拥有最大权力的人来管理。