§2.57.1τῷ δʼ ἑξῆς ἐνιαυτῷ βασιλεὺς μὲν οὐδεὶς ἀπεδείχθη Ῥωμαίων, ἀρχὴ δέ τις, ἣν καλοῦσι μεσοβασίλειον, ἐπεμελεῖτο τῶν κοινῶν τοιόνδέ τινα τρόπον ἀποδεικνυμένη· τῶν πατρικίων οἱ καταγραφέντες εἰς τὴν βουλὴν ὑπὸ Ῥωμύλου διακόσιοι τὸν ἀριθμὸν ὄντες, ὥσπερ ἔφην, διενεμήθησαν εἰς δεκάδας· ἔπειτα διακληρωσάμενοι τοῖς λαλοῦσι δέκα πρώτοις ἀπέδωκαν ἄρχειν τῆς πόλεως τὴν αὐτοκράτορα ἀρχήν.
在接下来的第二年,罗马人没有立任何国王,而是一种被称为“间王职”的官职负责管理公共事务,其任命方式大致如下:由罗穆路斯登记入元老院的贵族,正如我所说,人数共为二百人,他们被分成了十人一组;接着,他们通过抽签,将以绝对权力治理城市的权力,交给了首批抽中签的十个人。
§2.57.2ἐκεῖνοι δʼ οὐχ ἅμα πάντες ἐβασίλευον, ἀλλʼ ἐκ διαδοχῆς ἡμέρας πέντε ἕκαστος, ἐν αἷς τάς τε ῥάβδους εἶχε καὶ τὰ λοιπὰ τῆς βασιλικῆς ἐξουσίας σύμβολα.
他们并不是所有人同时实行统治,而是依次轮流,每人执政五天,在此期间,他持有侍从武士束棒以及王权的其他象征。
παρεδίδου δʼ ὁ πρῶτος ἄρξας τῷ δευτέρῳ τὴν ἡγεμονίαν κἀκεῖνος τῷ τρίτῳ καὶ τοῦτʼ ἐγίνετο μέχρι τοῦ τελευταίου.
首位执政者将领导权移交给第二位,第二位再移交给第三位,如此进行直至最后一人。
διεξελθούσης δὲ τοῖς πρώτοις δέκα τῆς πεντηκονθημέρου προθεσμίας ἕτεροι δέκα τὴν ἀρχὴν παρελάμβανον καὶ παρʼ ἐκείνων αὖθις ἄλλοι.
当首批十人的五十天期限届满时,另外十人接管了这一职权,随后又由其他人接替。
§2.57.3ἐπεὶ δʼ ἔδοξε τῷ δήμῳ παῦσαι τὰς δεκαδαρχίας ἀχθομένῳ ταῖς μεταβολαῖς τῶν ἐξουσιῶν διὰ τὸ μήτε προαιρέσεις ἅπαντας ὁμοίας ἔχειν μήτε φύσεις, τότε δὴ συγκαλέσαντες εἰς ἐκκλησίαν τὸ πλῆθος οἱ βουλευταὶ κατὰ φυλάς τε καὶ φράτρας ἀπέδωκαν αὐτῷ περὶ τοῦ κόσμου τῆς πολιτείας σκοπεῖν, εἴτε βασιλεῖ βούλεται τὰ κοινὰ ἐπιτρέπειν εἴτε ἀρχαῖς ἐνιαυσίοις.
但是,当平民决定结束十人团的统治时, ¦358 因为他们对权力的频繁更换感到厌烦(因为并非所有人都有着相同的意图或天性),那时元老院议员们将群众按部族和库里亚召集起来举行大会,允许他们考虑国家体制,是希望将公共事务托付给一位国王,还是托付给一年一任的官员。
§2.57.4οὐ μὴν ὅ γε δῆμος ἐφʼ ἑαυτῷ τὴν αἵρεσιν ἐποίησεν, ἀλλʼ ἀπέδωκε τοῖς βουλευταῖς τὴν διάγνωσιν ὡς ἀγαπήσων ὁποτέραν ἂν ἐκεῖνοι δοκιμάσωσι τῶν πολιτειῶν· τοῖς δὲ βασιλικὴν μὲν ἐδόκει καταστήσασθαι πολιτείαν ἅπασι, περὶ δὲ τοῦ μέλλοντος ἄρξειν στάσις ἐνέπιπτεν ἐξ ὁποτέρας ἔσται τάξεως.
然而,平民并没有自己做出选择,而是将决定权交给了元老院议员,表示无论议员们批准哪一种体制,他们都会满意接受;对所有的议员来说,他们都赞成建立君主制政体,但关于未来的统治者应出自哪一个阶层,却发生了争执。
οἱ μὲν γὰρ ἐκ τῶν ἀρχαίων βουλευτῶν ᾤοντο δεῖν ἀποδειχθῆναι τὸν ἐπιτροπεύσοντα τὴν πόλιν, οἱ δʼ ἐκ τῶν ὕστερον ἐπεισαχθέντων, οὓς νεωτέρους ἐκάλουν.
因为古老元老院议员出身的人认为,管理城市的人应当从他们中间指名产生,而后来引入的人(他们称之为“新参”议员)出身的人则认为应当从他们中间产生。