§2.47.1καταστάντων δὲ τῶν πραγμάτων ἔδοξε τοῖς βασιλεῦσιν, ἐπειδὴ πολλὴν ἐπίδοσιν εἰς ὄχλου πλῆθος ἡ πόλις εἰλήφει, διπλάσιον τοῦ προτέρου ποιῆσαι τὸν τῶν πατρικίων ἀριθμὸν προσκαταλέξαντας σὺν τοῖς ἐπιφανεστάτοις οἴκοις ἐκ τῶν ὕστερον ἐποικησάντων ἴσους τοῖς προτέροις, νεωτέρους οὓς ἐκάλεσαν πατρικίους· ἐξ ὧν ἑκατὸν ἄνδρας, οὓς αἱ φρᾶτραι προεχειρίσαντο, τοῖς ἄρχαίοις βουλευταῖς προσέγραψαν.
局势稳定后,由于都市在人口数量上有了巨大的增长,国王们决定将贵族的数量增加到先前的两倍。 他们从后来迁入的人口中,将最显赫的家族以及与先前人数相等的人追加登记,并将这些人称为“年轻贵族”;他们从中将胞族选出的一百名男子,追加登记到原有的元老院议员中。
§2.47.2περὶ μὲν οὖν τούτων ὀλίγου δεῖν πάντες οἱ συγγράψαντες τὰς Ῥωμαϊκὰς ἱστορίας συμπεφωνήκασιν, ὀλίγοι δέ τινες περὶ τοῦ πλήθους τῶν προσκαταγραφέντων βουλευτῶν διαφέρονται.
关于这些事情,几乎所有撰写罗马历史的人都达成了一致,但有少数人在追加登记的元老院议员人数上存在分歧。
οὐ γὰρ ἑκατὸν ἀλλὰ πεντήκοντα τοὺς ἐπεισελθόντας εἰς τὴν βουλὴν ἀποφαίνουσι γενέσθαι.
因为他们声称进入元老院的新成员不是一百人,而是五十人。
§2.47.3περὶ δὲ τῶν τιμῶν, ἃς ταῖς γυναιξὶν οἱ βασιλεῖς ἀπέδοσαν, ὅτι συνήγαγον αὐτοὺς εἰς φιλίαν, οὐχ ἅπαντες Ῥωμαίων συγγραφεῖς συμφέρονται.
另一方面,关于国王们因妇女们促成双方和好而给予她们的荣誉,并非所有罗马历史学家的意见都是一致的。
τινὲς μὲν γὰρ αὐτῶν γράφουσι τά τε ἄλλα πολλὰ καὶ μεγάλα δωρήσασθαι ταῖς γυναιξὶ τοὺς ἡγεμόνας καὶ δὴ καὶ τὰς φράτρας τριάκοντα οὔσας, ὥσπερ ἔφην, ἐπωνύμους τῶν γυναικῶν ποιῆσαι· τοσαύτας γὰρ εἶναι γυναῖκας τὰς ἐπιπρεσβευσαμένας.
他们中的一些人写道,领袖们不仅赐予妇女们许多其他巨大的礼物,而且还将三十个胞族(如我所说)以这些妇女的名字命名;因为他们说,作为使者前去的妇女恰好就是这个人数。
§2.47.4Οὐάρρων δὲ Τερέντιος τοῦτʼ αὐτοῖς τὸ μέρος οὐχ ὁμολογεῖ παλαίτερον ἔτι λέγων ταῖς κουρίαις τεθῆναι τὰ ὀνόματα ὑπὸ τοῦ Ῥωμύλου κατὰ τὴν πρώτην τοῦ πλήθους διαίρεσιν τὰ μὲν ἀπʼ ἀνδρῶν ληφθέντα ἡγεμόνων, τὰ δʼ ἀπὸ πάγων· τάς τʼ ἐπὶ τὴν πρεσβείαν ἐξελθούσας γυναῖκας οὐ τριάκοντα εἶναί φησιν, ἀλλὰ πεντακοσίας τε καὶ τριάκοντα τριῶν δεούσας οἴεταί τε οὐδʼ εἰκὸς εἶναι τοσούτων γυναικῶν τιμὴν ἀφελομένους τοὺς βασιλεῖς ὀλίγαις ἐξ αὐτῶν δοῦναι μόναις.
但特伦提乌斯·瓦罗在这一点上并不同意他们的看法,他指出,在最初划分平民时,库里亚的名称就已经由罗慕路斯确立了,其中一些取自领袖男子的名字,另一些则取自地方;他声称,作为使者前去的妇女不是三十人,而是五百二十七人,并且他认为国王们剥夺了这么多妇女的荣誉,却只给予其中极少数人,这是不合情理的。
ἀλλʼ ὑπὲρ μὲν τούτων οὔτε μηδένα ποιήσασθαι λόγον οὔτε πλείω γράφειν τῶν ἱκανῶν ἐφαίνετό μοι.
但是,关于这些事情,我觉得既不能一字不提,也不宜写得超出必要的限度。