§2.33.1Επεὶ δʼ οὐδὲν ἐπέραινον ἀντικαθισταμένων αὐταῖς τῶν παρὰ τοῦ Ῥωμύλου πρεσβειῶν καὶ θεραπευουσῶν λόγοις τε καὶ ἔργοις τὸ ἔθνος, ἀχθόμεναι τῇ τριβῇ τοῦ χρόνου μελλόντων ἀεὶ τῶν Σαβίνων καὶ ἀναβαλλομένων εἰς χρόνους μακροὺς τὴν περὶ τοῦ πολέμου βουλὴν αὐταὶ καθʼ ἑαυτὰς ἔγνωσαν τοῖς Ῥωμαίοις πολεμεῖν, ἀποχρῆν οἰόμεναι τὴν οἰκείαν δύναμιν, εἰ καθʼ ἓν αἱ τρεῖς γένοιντο, μίαν ἄρασθαι πόλιν οὐ μεγάλην.
然而,由于来自罗穆路斯的使节团与她们对抗,并在言辞和行动上极力争取和讨好这个部族(萨宾人),她们未能取得任何进展。 在萨宾人始终犹豫不决、将关于战争的商议一再推延至遥远未来之际,她们对时间的浪费感到愤怒,认为如果三方联合起来,她们自身的军事力量便足以对付一座并不算大的单一城市,于是决定靠自己与罗马人开战。
ἐβουλεύσαντο μὲν ταῦτα, συνελθεῖν δʼ οὐκ ἔφθησαν εἰς ἓν ἅπασαι στρατόπεδον προεξαναστάντων προχειρότερον τῶν ἐκ τῆς Καινίνης,
她们虽然做出了这样的计划,但由于凯尼纳人更为性急地抢先起兵,她们全体还来不及聚集在一个营地。
§2.33.2οἵπερ καὶ μάλιστα ἐδόκουν τὸν πόλεμον ἐνάγειν.
而凯尼纳人也确实似乎是战争的最主要煽动者。
ἐξεστρατευμένων δὲ τούτων καὶ δῃούντων τὴν ὅμορον ἐξαγαγὼν τὴν δύναμιν ὁ Ῥωμύλος, ἀφυλάκτοις οὖσιν ἔτι τοῖς πολεμίοις ἀπροσδοκήτως ἐπιτίθεται καὶ τοῦ τε χάρακος αὐτῶν ἀρτίως ἱδρυμένου γίνεται κύριος τοῖς τε φεύγουσιν εἰς τὴν πόλιν ἐκ ποδὸς ἑπόμενος οὐδέπω τῶν ἔνδον πεπυσμένων τὴν περὶ τοὺς σφετέρους συμφορὰν τεῖχός τε ἀφύλακτον εὑρὼν καὶ πύλας ἀκλείστους αἱρεῖ τὴν πόλιν ἐξ ἐφόδου καὶ τὸν βασιλέα τῶν Καινινιτῶν ὑπαντήσαντα σὺν καρτερᾷ χειρὶ μαχόμενος αὐτοχειρίᾳ κτείνει καὶ τὰ ὅπλα ἀφαιρεῖται.
当这些人出兵并劫掠邻近的土地时,罗穆路斯率领军队,出其不意地袭击了仍处于无备状态的敌人。 他夺取了他们刚刚建起的营地,紧紧追击那些逃往城内的敌人,在城内的人还未得知自己同胞所遭遇的灾难之前,他发现城墙无人防守,城门大开,便通过突袭占领了城市,并且在战斗中亲手击杀了带领强悍军队迎战的凯尼纳人国王,夺取了他的武器。