Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §2.30.1-2.30.6

罗慕路斯掠夺萨宾少女并缔结婚姻

第 121 段,共 962 段 · 希腊语

内容简介

为了与邻近部族建立通婚关系,罗慕路斯以举办波塞冬节日为借口,策划并实施了对处女的掠夺,随后让她们与罗马的未婚男子按照传统仪式结合。

§2.30.1αἱ δὲ ἄλλαι πράξεις αἵ τε κατὰ τοὺς πολέμους ὑπὸ τοῦ ἀνδρὸς γενόμεναι καὶ αἱ κατὰ τὴν πόλιν, ὧν ἄν τις καὶ λόγον ποιήσαιτʼ ἐν ἱστορίας γραφῇ, τοιαῦταί τινες παραδίδονται.
这位男子在战争中以及在城邦中所行的其他事迹,凡是人们在历史撰述中值得提及的,据传大致如下。
§2.30.2πολλῶν περιοικούντων τὴν Ῥώμην ἐθνῶν μεγάλων τε καὶ τὰ πολέμια ἀλκίμων, ὧν οὐδὲν ἦν τοῖς Ῥωμαίοις φίλιον, οἰκειώσασθαι ταῦτα βουληθεὶς ἐπιγαμίαις, ὅσπερ ἐδόκει τοῖς παλαιοῖς τρόπος εἶναι βεβαιότατος τῶν συναπτόντων φιλίας, ἐνθυμούμενος δὲ ὅτι βουλόμεναι μὲν αἱ πόλεις οὐκ ἂν συνέλθοιεν αὐτοῖς ἄρτι τε συνοικιζομένοις καὶ οὔτε χρήμασι δυνατοῖς οὔτε λαμπρὸν ἔργον ἐπιδεδειγμένοις οὐδέν, βιασθεῖσαι δὲ εἴξουσιν εἰ μηδεμία γένοιτο περὶ τὴν ἀνάγκην ὕβρις, γνώμην ἔσχεν, ᾗ καὶ Νεμέτωρ ὁ πάππος αὐτοῦ προσέθετο, δι’ ἁρπαγῆς παρθένων ἀθρόας γενομένης ποιήσασθαι τὰς ἐπιγαμίας.
罗马周边居住着许多强大且勇武好战的部族,其中没有一个对罗马人友好。 他希望通过通婚来使这些部族与自己建立亲密关系,这在古人看来是缔结友好最稳固的方式。 但他考虑到,这些城市不会自愿与他们联合,因为他们刚刚建国,既没有财力,也没有展现出任何辉煌的功绩;但如果受到强迫,只要在强迫过程中没有产生侮辱,他们就会妥协。 于是他拿定主意(他的祖父努米托也表示赞同),通过一次性集体掠夺处女的方式来实现通婚。
§2.30.3γνοὺς δὲ ταῦτα θεῷ μὲν εὐχὰς τίθεται πρῶτον ἀπορρήτων βουλευμάτων ἡγεμόνι, ἐὰν ἡ πεῖρα αὐτῷ χωρήσῃ κατὰ νοῦν θυσίας καὶ ἑορτὰς ἄξειν καθʼ ἕκαστον ἐνιαυτόν· ἔπειτα τῷ συνεδρίῳ τῆς γερουσίας ἀνενέγκας τὸν λόγον, ἐπειδὴ κἀκείνοις τὸ βούλευμα ἤρεσκεν, ἑορτὴν προεῖπε καὶ πανήγυριν ἄξειν Ποσειδῶνι καὶ περιήγγελλεν εἰς τὰς ἔγγιστα πόλεις καλῶν τοὺς βουλομένους ἀγορᾶς τε μεταλαμβάνειν καὶ ἀγώνων· καὶ γὰρ ἀγῶνας ἄξειν ἔμελλεν ἵππων τε καὶ ἀνδρῶν παντοδαπούς.
决定此事后,他首先向掌管秘密计划的神祇许愿,如果这次尝试能如他所愿成功,他将每年举办祭祀和节日;接着,他将此事提交给元元老院会议,既然长老们也赞同这一计划,他便宣布将为波塞冬举办节日和大会,并向最近的各城市发出通知,邀请那些愿意参与贸易和竞技的人;因为他打算举办各种马匹和人员的竞技。
§2.30.4συνελθόντων δὲ πολλῶν ξένων εἰς τὴν ἑορτὴν γυναιξὶν ἅμα καὶ τέκνοις, ἐπειδὴ τάς τε θυσίας ἐπετέλεσε τῷ Ποσειδῶνι καὶ τοὺς ἀγῶνας, τῇ τελευταίᾳ τῶν ἡμερῶν, ᾗ διαλύσειν ἔμελλε τὴν πανήγυριν, παράγγελμα δίδωσι τοῖς νέοις, ἡνίκʼ ἂν αὐτὸς ἄρῃ τὸ σημεῖον ἁρπάζειν τὰς παρούσας ἐπὶ τὴν θέαν παρθένους, αἷς ἂν ἐπιτύχωσιν ἕκαστοι, καὶ φυλάττειν ἁγνὰς ἐκείνην τὴν νύκτα, τῇ δʼ §2.30.5ἑξῆς ἡμέρᾳ πρὸς ἑαυτὸν ἄγειν.
当许多外邦人带着妻子和孩子聚集来参加节日,在完成了对波塞冬的祭祀和竞技之后,在即将结束大会的最后一天,他向青年们下达了指令:一旦他亲自举起信号,就去掠夺在场观看的处女,每人抢夺自己遇到的那一个,在那天夜里保持她们的纯洁,并在次日带到他那里。
οἱ μὲν δὴ νέοι διαστάντες κατὰ συστροφάς, ἐπειδὴ τὸ σύνθημα ἀρθὲν εἶδον τρέπονται πρὸς τὴν τῶν παρθένων ἁρπαγήν, ταραχὴ δὲ τῶν ξένων εὐθὺς ἐγένετο καὶ φυγὴ μεῖζόν τι κακὸν ὑφορωμένων.
于是青年们分成几伙,一见信号举起,便开始掠夺处女。 外邦人中顿时乱作一团,纷纷逃跑,暗自担心会有更大的灾祸。
τῇ δʼ ἑξῆς ἡμέρᾳ προαχθεισῶν τῶν παρθένων, παραμυθησάμενος αὐτῶν τὴν ἀθυμίαν ὁ Ῥωμύλος, ὡς οὐκ ἐφʼ ὕβρει τῆς ἁρπαγῆς ἀλλʼ ἐπὶ γάμῳ γενομένης, Ἑλληνικόν τε καὶ ἀρχαῖον ἀποφαίνων τὸ ἔθος καὶ τρόπων συμπάντων καθʼ οὓς συνάπτονται γάμοι ταῖς γυναιξὶν ἐπιφανέστατον, ἠξίου στέργειν τοὺς δοθέντας αὐταῖς ἄνδρας ὑπὸ τῆς τύχης·
次日,当处女们被带到他面前时,罗慕路斯抚慰了她们的沮丧,说明这次掠夺并非为了侮辱而是为了成婚,指出这一习俗古老且源自希腊,是在与女子缔结婚姻的所有方式中最显赫的一种,并要求她们爱护命运赐予她们的丈夫。
§2.30.6καὶ μετὰ τοῦτο διαριθμήσας τὰς κόρας ἑξακοσίας τε καὶ ὀγδοήκοντα καὶ τρεῖς εὑρεθείσας κατέλεξεν αὖθις ἐκ τῶν ἀγάμων ἄνδρας ἰσαρίθμους, οἷς αὐτὰς συνήρμοττε κατὰ τοὺς πατρίους ἑκάστης ἐθισμούς, ἐπὶ κοινωνίᾳ πυρὸς καὶ ὕδατος ἐγγυῶν τοὺς γάμους, ὡς καὶ μέχρι τῶν καθʼ ἡμᾶς ἐπιτελοῦνται χρόνων.
此后,他清点了少女的人数,发现共有六百八十三名。 他随即从未婚男子中选出相同人数,根据每名少女的祖辈习俗将她们与男子结合,并以共享水火为基础来保证婚姻,正如直到我们的时代也依然如此举行。

词汇与语法注释

  1. 2.30.2τὰ πολέμια — 限定宾格(或关系宾格),修饰形容词 `ἀλκίμων`(勇猛的),意为“在战争方面”或“在军事上”。
  2. 2.30.2βουλόμεναι — 在由 `ὅτι` 引导的从句中,分词 `βουλόμεναι`(自愿地、渴望地)与 `βιασθεῖσαι`(被迫地)形成对比。前者修饰潜能祈愿式 `οὐκ ἂν συνέλθοιεν`(不会联合),后者修饰将来直陈式 `εἴξουσιν`(将会妥协)。与与格代词 `αὐτοῖς`(他们)相一致的修饰成分 `ἄρτι τε συνοικιζομένοις...` 夹在中间,在结构上造成了离隔。
  3. 2.30.5ὡς οὐκ ἐφʼ ὕβρει τῆς ἁρπαγῆς ἀλλʼ ἐπὶ γάμῳ γενομένης — 带有表示主观原因或声称的连词 `ὡς` 的属格绝对结构。分词 `γενομένης` 的逻辑主语是 `τῆς ἁρπαγῆς`,用以表达罗慕路斯所声称的主观理由:“理由是这次掠夺并非为了侮辱,而是为了结婚”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §2.30.1-2.30.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:2.30.1-2.30.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。