Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §2.2.1-2.2.4

阿尔巴人的定居与罗慕路斯建城

第 93 段,共 962 段 · 希腊语

内容简介

阿尔巴人在此地建城围合,并在拉丁努斯治下统一被称为拉丁人。随后,王室双胞胎罗慕路斯与雷穆斯率领殖民者建城,但在争斗之后,罗慕路斯成为唯一的建国者。

§2.2.1γενεᾷ δʼ ἑκκαιδεκάτῃ μετὰ τὸν Τρωικὸν πόλεμον Ἀλβανοὶ συνοικίζουσιν ἄμφω τὰ χωρία ταῦτα τείχει περιλαβόντες καὶ τάφρῳ.
特洛伊战争十六代之后,阿尔巴人在此两处地方共同建城定居,并用城墙和壕沟将其围起。
τέως δὲ ἦν αὔλια βουφορβίων τε καὶ ποιμνίων καὶ τῶν ἄλλων καταγωγαὶ βοτήρων ἄφθονον ἀναδιδούσης πόαν τῆς αὐτόθι γῆς οὐ μόνον τὴν χειμερινήν, ἀλλὰ καὶ τὴν θερεινόμον διὰ τοὺς ἀναψύχοντάς τε καὶ κατάρδοντας αὐτὴν ποταμούς.
在此之前,这里曾是牛群和羊群的围栏以及其他牧人的住所,因为当地的土地由于河流的冷却和灌溉,不仅在冬季,而且在夏季也长出丰茂的牧草。
§2.2.2γένος δὲ τὸ τῶν Ἀλβανῶν μικτὸν ἦν ἔκ τε Πελασγῶν καὶ Ἀρκάδων καὶ Ἐπειῶν τῶν ἐξ Ἤλιδος ἐλθόντων, τελευταίων δὲ τῶν μετὰ τὴν Ἰλίου ἅλωσιν ἀφικομένων εἰς Ἰταλίαν Τρώων, οὺς ἦγεν Αἰνείας ὁ Ἀγχίσου καὶ Ἀφροδίτης.
阿尔巴人的族群是混合的,由佩拉斯吉人、阿卡迪亚人、来自伊利斯的伊佩奥伊人,以及最后在伊利翁沦陷后抵达意大利的、由安喀塞斯与阿芙洛狄忒之子埃涅阿斯所率领的特洛伊人组成。
εἰκὸς δέ τι καὶ βαρβαρικὸν ἐκ τῶν προσοίκων ἢ παλαιῶν οἰκητόρων ὑπολιπὲς τῷ Ἑλληνικῷ συγκαταμιγῆναι.
邻近居民或早期居民中遗留的某些蛮族成分,也有可能与希腊成分相混合。
ὄνομα δὲ κοινὸν οἱ σύμπαντες οὗτοι Λατῖνοι ἐκλήθησαν ἐπʼ ἀνδρὸς δυναστεύσαντος τῶν τόπων Λατίνου τὰς κατὰ τὸ ἔθνος ὀνομασίας ἀφαιρεθέντες.
这些人全都以统治该地区的拉丁努斯之名,被共同称为拉丁人,从而失去了他们各自原有的族群名称。
§2.2.3ἐτειχίσθη μὲν ς3οὖν ἡ πόλις υπὸ τούτων τῶν ἐθνῶν ἐνιαυτῷ δευτέρῳ καὶ τριακοστῷ καὶ τετρακοσιοστῷ μετὰ τὴν Ἰλίου ἅλωσιν ἐπὶ τῆς ἑβδόμης ὀλυμπιάδος.
因此,该城由这些族群于伊利翁沦陷后的第四百三十二年、第七届奥林匹亚德期间建墙围合。
οἱ δὲ ἀγαγόντες τὴν ἀποικίαν ἀδελφοὶ δίδυμοι τοῦ βασιλείου γένους ἦσαν· Ῥωμύλος αὐτῶν ὄνομα θατέρῳ, τῷ δʼ ἑτέρῳ Ῥῶμος·
率领这次殖民的是王室血统的双胞胎兄弟;其中一人的名字是罗慕路斯,另一人是雷穆斯。
τὰ μητρόθεν μὲν ἀπʼ Αἰνείου τε καὶ Δαρδανίδαι, πατρὸς δὲ ἀκρίβειαν μὲν οὐ ῥᾴδιον εἰπεῖν ἐξ ὅτου φύντες, πεπίστευνται δὲ ὑπὸ Ῥωμαίων Ἄρεος υἱοὶ γενέσθαι.
从母方来看,他们是埃涅阿斯的后裔及达耳达诺斯子孙;至于父亲,虽然难以确切说明他们是谁的后代,但罗马人相信他们是阿瑞斯之子。
§2.2.4οὐ μέντοι διέμεινάν γε ἀμφότεροι τῆς ἀποικίας ἡγεμόνες ὑπὲρ τῆς ἀρχῆς στασιάσαντες, ἀλλʼ ὁ περιλειφθεὶς αὐτῶν Ῥωμύλος ἀπολομένου θατέρου κατὰ τὴν μάχην οἰκιστὴς γίνεται τῆς πόλεως καὶ τοὔνομα αὐτῇ τῆς ἰδίας κλήσεως ἐπώνυμον τίθεται.
然而,两人并未能共同担任殖民领袖,因为他们为争夺统治权而发生内讧,在另一人在战斗中丧生后,幸存下来的罗慕路斯成为了城市的建立者,并用自己的名字命名了这座城市。
ἀριθμὸς δὲ τῶν μετασχόντων αὐτῷ τῆς ἀποικίας ἀπὸ πολλοῦ τοῦ κατʼ ἀρχὰς ἐξαποσταλέντος ὀλίγος ἦν ὁ καταλειφθείς, τρισχίλιοι πεζοὶ καὶ ἱππεῖς τριακόσιοι.
在最初派遣的庞大队伍中,最终留下来与他共同参与殖民的人数很少,只有三千名步兵和三百名骑兵。

词汇与语法注释

  1. 2.2.1ἄφθονον ἀναδιδούσης... τῆς αὐτόθι γῆς — 属格绝对结构,表示原因:“由于当地的土地……长出丰茂的”。
  2. 2.2.2τὰς κατὰ τὸ ἔθνος ὀνομασίας ἀφαιρεθέντες — 被动语态分词 `ἀφαιρεθέντες`(被剥夺)保留了主动语态双宾格结构(夺取某人的某物)中的“物”的宾格(各自原有的族群名称)。
  3. 2.2.3τὰ μητρόθεν — 关系宾格(或副词性宾格),意为“就母方而言”,与后面的属格 `πατρὸς δὲ`(就父方而言)形成对比。
  4. 2.2.4ἀπὸ πολλοῦ τοῦ κατʼ ἀρχὰς ἐξαποσταλέντος — 前置词 `ἀπό` 带有属格,意为“从最初派遣的(庞大队伍)中”,修饰主句“留下的(人数)很少”(`ὀλίγος ἦν ὁ καταλειφθείς,`)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §2.2.1-2.2.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:2.2.1-2.2.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。