Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §2.28.1-2.28.3

罗慕路斯对公民职业的限制与农战义务

第 119 段,共 962 段 · 希腊语

内容简介

罗慕路斯认为,美德的培养靠的是习惯而非言语,因此他将手工业和商业交由奴隶与外邦人经营,而规定罗马公民须同时从事农业与军事,并平等分配战利品。

§2.28.1ὁρῶν γὰρ ὅτι τὸ σωφρόνως ζῆν ἅπαντας καὶ τὰ δίκαια πρὸ τῶν κερδαλέων αἱρεῖσθαι καρτερίαν τε τὴν παρὰ τοὺς πόνους ἀσκεῖν καὶ μηδὲν ὑπολαμβάνειν χρῆμα τιμιώτερον ἀρετῆς οὐ λόγων διδαχῇ παραγίνεσθαι τοῖς πολιτικοῖς πλήθεσι πέφυκεν, ἐν οἷς τὸ πλεῖόν ἐστι δυσάγωγον, ἀλλʼ ἔργων ἐθισμοῖς τῶν πρὸς ἑκάστην ἀρετὴν ἀγόντων, ὑπʼ ἀνάγκης τε μᾶλλον ἢ κατὰ γνώμην ἐπʼ αὐτὰ τοὺς πολλοὺς παραγινομένους, εἰ δὲ μηδὲν εἴη τὸ κωλῦσον ἐπὶ τὴν φύσιν ὀλισθαίνοντας εἰδώς, ἐπιδιφρίους μὲν καὶ βαναύσους καὶ προσαγωγοὺς ἐπιθυμιῶν αἰσχρῶν τέχνας, ὡς ἀφανιζούσας καὶ λυμαινομένας τά τε σώματα καὶ τὰς ψυχὰς τῶν μεταχειριζομένων, δούλοις καὶ ξένοις ἀπέδωκε μεθοδεύειν·
因为他看到,人人过着节制的生活、选择正义而非利益、在劳苦中锻炼坚韧、并认为没有任何事物比美德更宝贵,这些品质并不能通过言语的教导自然赋予政治群众(其中大部分是难以引导的),而是通过引导至各项美德的行动习惯来培养的;同时他深知,大众更多是在被迫而非自愿的情况下才趋向于这些美德,若无任何阻碍,他们就会滑向自己的本性,因此,他将那些久坐的、粗俗的以及勾起卑劣欲望的技艺,作为毁灭和损害从业者身体与心灵的事物,交由奴隶和外邦人去经营。
καὶ διέμεινεν ἕως πολλοῦ πάνυ χρόνου διʼ αἰσχύνης ὄντα Ῥωμαίοις τὰ τοιαῦτα ἔργα καὶ ὑπʼ οὐδενὸς τῶν αὐθιγενῶν ἐπιτηδευόμενα.
在很长一段时间里,此类职业对罗马人来说依然是可耻的,没有任何本地出生的公民去从事。
§2.28.2δύο δὲ μόνα τοῖς ἐλευθέροις ἐπιτηδεύματα κατέλιπε τά τε κατὰ γεωργίαν καὶ τὰ κατὰ πολέμους, ὁρῶν ὅτι γαστρός τε ἄνθρωποι γίνονται διὰ τούτους τοὺς βίους ἐγκρατεῖς ἀφροδισίοις τε ἧττον ἁλίσκονται παρανόμοις πλεονεξίαν τε οὐ τὴν βλάπτουσαν ἀλλήλους διώκουσιν, ἀλλὰ τὴν ἀπὸ τῶν πολεμίων περιποιουμένην τὰς ὠφελείας.
另一方面,他只给自由人留下了两种职业:农业和军事。 因为他看到,通过这些生活方式,人们能对食欲有所节制,较少为非法的私欲所俘获,并且追求的不是互相伤害的贪欲,而是那从敌人那里获得利益的贪欲。
ἀτελῆ δὲ τούτων ἑκάτερον ἡγούμενος εἶναι τῶν βίων χωριζόμενον θατέρου καὶ φιλαίτιον οὐχ ἑτέροις μέν τισιν ἀπέδωκεν ἐργάζεσθαι τὴν γῆν, ἑτέροις δὲ τὰ πολεμίων φέρειν τε καὶ ἄγειν ὡς ὁ παρὰ Λακεδαιμονίοις εἶχε νόμος, ἀλλὰ τοὺς αὐτοὺς τόν τε πολεμικὸν καὶ τὸν γεωργικὸν ἔταξε βίον ζῆν· §2.28.3εἰ μὲν εἰρήνην ἄγοιεν ἐπὶ τοῖς κατʼ ἀγρὸν ἔργοις ἐθίζων ἅπαντας μένειν, πλὴν εἴ ποτε δεηθεῖεν ἀγορᾶς, τότε δʼ εἰς ἄστυ συνιόντας ἀγοράζειν, ἐνάτην ὁρίζων ἡμέραν ταῖς ἀγοραῖς· ὅτε δὲ πόλεμος καταλάβοι στρατεύεσθαι διδάσκων καὶ μὴ παραχωρεῖν ἑτέροις μήτε τῶν πόνων μήτε τῶν ὠφελειῶν.
然而,他认为这两种生活若彼此分离,每一种都是不完整的且易招致非议,因此他并没有像斯巴达人的法律那样,把耕种土地分配给一些人,而把掠夺敌国分配给另一些人,而是规定同样的人既过军事生活也过农业生活;即:如果处于和平时期,他习惯让所有人留在田间劳作,除非他们有时需要市场,那时他们便聚集到城里进行交易,并规定第九日为市场日;但是当战争爆发时,他教育他们去服兵役,且不论在劳苦还是在利益上都不让给他人。
διῄρει γὰρ αὐτοῖς ἐξ ἴσου γῆν τε ὅσην ἂν ἀφέλοιτο πολεμίους καὶ ἀνδράποδα καὶ χρήματα, καὶ παρεσκεύαζεν ἀγαπητῶς δέχεσθαι τὰς στρατείας.
因为他将从敌人那里夺来的所有土地、奴隶和财物平等地分配给他们,使他们乐于接受军事行动。

词汇与语法注释

  1. §2.28.1τοὺς πολλοὺς παραγινομένους — 从 τοὺς πολλοὺς 到 ὀλισθαίνοντας 的宾格分词短语充当其后 εἰδώς(知道)的宾语(相当于表示间接陈述的宾格加分词结构)。这个分词 εἰδώς 与句首的 ὁρῶν(看到)并列,共同作为表示原因的分词修饰主句动词 ἀπέδωκε。
  2. §2.28.1ἀπέδωκε μεθοδεύειν — 及物动词 ἀπέδωκε(分配/交托)以宾格 τέχνας 为直接宾语,与格 δούλοις καὶ ξένοις 为间接宾语,并带有表示目的的不定式 μεθοδεύειν(从事/经营)。整句结构意为‘他将这些行业分配给奴隶和外邦人去经营’。
  3. ¦297¦γαστρός τε ἄνθρωποι γίνονται ... ἐγκρατεῖς — 此处存在语序倒装(hyperbaton),属格 γαστρός 修饰与其相距较远的形容词 ἐγκρατεῖς(节制的)。它们共同构成形容词短语 γαστρὸς ἐγκρατεῖς,意为‘对食欲(胃口)有所节制’。
  4. §2.28.2φέρειν τε καὶ ἄγειν — 古希腊语中表示在敌方领土上进行掠夺的习惯表达,字面意思是“拿走(无生命财产)并赶走(生畜和俘虏)”。此处用作不定式短语,意为“进行掠夺”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §2.28.1-2.28.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:2.28.1-2.28.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。