Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §2.26.1-2.26.6

罗慕路斯确立的父权法与希腊法律之比较

第 117 段,共 962 段 · 希腊语

内容简介

介绍罗慕路斯制定的法律,该法赋予父亲对儿子终身且绝对的管辖权(父权),并与限制较多的希腊法律进行对比。

§2.26.1ἃ μὲν οὖν εἰς γυναῖκας εὖ ἔχοντα ὁ Ῥωμύλος ἐνομοθέτησεν, ἐξ ὧν κοσμιωτέρας περὶ τοὺς ἄνδρας αὐτὰς ἀπειργάσατο, ταῦτʼ ἐστιν, ἃ δʼ εἰς αἰδῶ καὶ δικαιοσύνην παίδων, ἵνα σέβωσι τοὺς πατέρας ἅπαντα πράττοντές τε καὶ λέγοντες ὅσα ἂν ἐκεῖνοι κελεύωσιν, ἔτι τούτων ἦν σεμνότερα καὶ μεγαλοπρεπέστερα καὶ πολλὴν ἔχοντα παρὰ τοὺς ἡμετέρους νόμους διαφοράν.
因此,这些是罗慕路斯为妇女制定的有益法律,通过这些法律他使她们对丈夫更加端庄;而关于子女的孝敬与正义的法律,为了让他们通过做和说父亲所命令的一切来敬重父亲,比这些更加严厉和宏伟,并且与我们的法律有很大的不同。
§2.26.2οἱ μὲν γὰρ τὰς Ἑλληνικὰς καταστησάμενοι πολιτείας βραχύν τινα κομιδῇ χρόνον ἔταξαν ἄρχεσθαι τοὺς παῖδας ὑπὸ τῶν πατέρων, οἱ μὲν ἕως τρίτον ἐκπληρώσωσιν ἀφʼ ἥβης ἔτος, οἱ δὲ ὅσον ἂν χρόνον ἠίθεοι μένωσιν, οἱ δὲ μέχρι τῆς εἰς τὰ ἀρχεῖα τὰ δημόσια ἐγγραφῆς, ὡς ἐκ τῆς Σόλωνος καὶ Πιττακοῦ καὶ Χαρώνδου νομοθεσίας ἔμαθον, §2.26.3οἷς πολλὴ μαρτυρεῖται σοφία·
因为那些确立希腊城邦政体的人规定,子女受父亲管辖的时间确实非常短暂;有些人规定直到他们满青春期后第三年,有些人规定在他们保持未婚的期间,而其他人则规定直到他们登记加入公共档案馆,正如我从梭伦、庇塔科斯和哈隆达斯的立法中所了解到的那样,他们被公认为具有极大的智慧。
τιμωρίας τε κατὰ τῶν παίδων ἔταξαν, ἐὰν ἀπειθῶσι τοῖς πατράσιν, οὐ βαρείας ἐξελάσαι τῆς οἰκίας ἐπιτρέψαντες αὐτοὺς καὶ χρήματα μὴ καταλιπεῖν, περαιτέρω δὲ οὐδέν.
他们规定的对不听从父亲的子女的惩罚并不严重,仅允许父亲们将他们逐出家门并不给他们留下财产,此外再无其他。
εἰσὶ δʼ οὐχ ἱκαναὶ κατασχεῖν ἄνοιαν νεότητος καὶ αὐθάδειαν τρόπων οὐδʼ εἰς τὸ σῶφρον ἀγαγεῖν τοὺς ἠμεληκότας τῶν καλῶν αἱ μαλακαὶ τιμωρίαι· τοιγάρτοι πολλὰ ἐν Ἕλλησιν ὑπὸ τέκνων εἰς πατέρας ἀσχημονεῖται.
但是,温和的惩罚不足以抑制年轻人的愚蠢和性格的傲慢,也无法将那些忽视美德的人引导到节制的境地;因此,在希腊人中,子女对父亲做出了许多无礼的行为。
§2.26.4ὁ δὲ τῶν Ῥωμαίων νομοθέτης ἅπασαν ὡς εἰπεῖν ἔδωκεν ἐξουσίαν πατρὶ καθʼ υἱοῦ καὶ παρὰ πάντα τὸν τοῦ βίου χρόνον, ἐάν τε εἴργειν, ἐάν τε μαστιγοῦν, ἐάν τε δέσμιον ἐπὶ τῶν κατʼ ἀγρὸν ἔργων κατέχειν, ἐάν τε ἀποκτιννύναι προαιρῆται, κἂν τὰ πολιτικὰ πράττων ὁ παῖς ἤδη τυγχάνῃ κἂν ἐν ἀρχαῖς ταῖς μεγίσταις ἐξεταζόμενος κἂν διὰ τὴν εἰς τὰ κοινὰ §2.26.5φιλοτιμίαν ἐπαινούμενος.
然而,罗马人的立法者可以说赋予了父亲对儿子的全部权力,并且贯穿儿子的整个人生时期,无论他是选择囚禁、鞭笞、还是将他绑缚在田间劳动,甚至剥夺其生命,即使这个儿子当时已经参与国家事务,或身居最重要的官职,或因对公共事业的奉献而受到赞扬。
κατὰ τοῦτόν γέ τοι τὸν νόμον ἄνδρες ἐπιφανεῖς δημηγορίας διεξιόντες ἐπὶ τῶν ἐμβόλων ἐναντίας μὲν τῇ βουλῇ, κεχαρισμένας δὲ τοῖς δημοτικοῖς, καὶ σφόδρα εὐδοκιμοῦντες ἐπὶ ταύταις κατασπασθέντες ἀπὸ τοῦ βήματος ἀπήχθησαν ὑπὸ τῶν πατέρων, ἣν ἂν ἐκείνοις φανῇ τιμωρίαν ὑφέξοντες· οὓς ἀπαγομένους διὰ τῆς ἀγορᾶς οὐδεὶς τῶν παρόντων ἐξελέσθαι δυνατὸς ἦν οὔτε ὕπατος οὔτε δήμαρχος οὔτε ὁ κολακευόμενος ὑπʼ αὐτῶν καὶ πᾶσαν ἐξουσίαν ἐλάττω τῆς ἰδίας εἶναι νομίζων ὄχλος.
确实,根据这条法律,有些显赫的人物,在演讲台上发表违背元老院意愿却讨好平民的演说,并因此获得极高的声誉,却被他们的父亲从讲台上拽下来并带走,去承受父亲认为合适的任何惩罚;当他们被带路穿过广场时,在场的人中没有一个能够解救他们,无论是执政官、保民官,还是受到他们奉承并认为一切其他权力都低于自己权力的群众。
§2.26.6ἐῶ γὰρ λέγειν ὅσους ἀπέκτειναν οἱ πατέρες ἄνδρας ἀγαθοὺς ὑπʼ ἀρετῆς καὶ προθυμίας ἕτερόν τι διαπράξασθαι ἔργον γενναῖον προαχθέντας, ὃ μὴ προσέταξαν αὐτοῖς οἱ πατέρες, καθάπερ ἐπὶ Μαλλίου Τορκουάτου καὶ πολλῶν ἄλλων παρειλήφαμεν, ὑπὲρ ὧν κατὰ τὸν οἰκεῖον καιρὸν ἐρῶ.
因为我且不提父亲们处死了多少优秀的男子,这些男子因其美德和热忱而被驱使去完成某些其父亲未曾命令他们的其他高尚行为,正如关于马尼乌斯·托尔夸图斯和许多其他人的传闻,我将在适当的时候谈论他们。

词汇与语法注释

  1. §2.26.1ἃ δʼ εἰς αἰδῶ καὶ δικαιοσύνην παίδων — 关系代词 ἃ 的先行词被省略,暗指与前文动词 ἐνομοθέτησεν 相应的“法律”或“条令”(νόμιμα 或 νομοθετήματα),它作为后续动词 ἦν 的主语。
  2. §2.26.2οἷς πολλὴ μαρτυρεῖται σοφία — 与格关系代词 οἷς 指代前文提到的希腊立法者(梭伦、庇塔科斯、哈隆达斯),与被动语态动词 μαρτυρεῖται 连用,充当“施事与格”,意为“在他们身上(或由他们)证明了极大的智慧”。
  3. §2.26.4κἂν τὰ πολιτικὰ πράττων ὁ παῖς ἤδη τυγχάνῃ — κἂν (καὶ ἐάν / καὶ ἄν) 引导让步条件从句(“即使……”)。动词 τυγχάνω 连用分词 πράττων 的构文,表示儿子“碰巧正在”或“实际上正在”从事政治活动。
  4. §2.26.5ἣν ἂν ἐκείνοις φανῇ τιμωρίαν ὑφέξοντες — 将来时分词 ὑφέξοντες 表示目的(“为了承受”)。先行词 τιμωρίαν 被同化(吸引)到关系从句 ἣν ἂν ... φανῇ 中,此处的虚拟语气与 ἄν 连用表示一般化条件。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §2.26.1-2.26.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:2.26.1-2.26.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。