Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §2.23.1-2.23.6

库里亚的祭祀分配与共同会餐制度

第 114 段,共 962 段 · 希腊语

内容简介

阐述了罗姆路斯将神明与祭祀分配给各个胞族(库里亚)的做法,并将其共同进餐的制度与斯巴达的公共食堂(phiditia)进行对比。作者赞美了罗姆路斯确立的节俭祭祀,并确立其作为罗马宗教传统奠基人的崇高地位。

§2.23.1ταῦτα περὶ τῶν θρησκευόντων τοὺς θεοὺς καταστησάμενος διῄρει πάλιν, ὡς ἔφην, κατʼ ἐπιτηδειότητα ταῖς φράτραις τὰ ἱερά, θεοὺς ἀποδεικνὺς ἑκάστοις καὶ δαίμονας, οὓς ἔμελλον ἀεὶ σέβειν, καὶ τὰς εἰς τὰ ἱερὰ δαπάνας ἔταξεν, ἃς ἐχρῆν αὐτοῖς ἐκ τοῦ δημοσίου δίδοσθαι.
在制定了这些关于崇敬神明之人的规定后,正如我所说,他又根据适用性将祭祀仪式分配给各个胞族,为每个胞族指派了他们应当始终崇敬的神明和精灵,并规定了祭祀的费用,这些费用应当由公共财政拨给他们。
§2.23.2συνέθυόν τε τοῖς ἱερεῦσιν οἱ φρατριεῖς τὰς ἀπομερισθείσας αὐτοῖς θυσίας καὶ συνειστιῶντο κατὰ τὰς ἑορτὰς ἐπὶ τῆς φρατριακῆς ἑστίας·
各个胞族的成员与祭司们共同举行分配给他们的牺牲祭祀,并在节日期间在胞族的炉灶旁共同进餐。
ἑστιατόριον γὰρ ἦν κατεσκευασμένον ἑκάστῃ φράτρᾳ καὶ ἐν αὐτῷ καθωσίωτό τις, ὥσπερ ἐν τοῖς Ἑλληνικοῖς πρυτανείοις, ἑστία κοινὴ τῶν φρατριῶν.
因为每个胞族都建有宴会厅,其中供奉着像在希腊的市政官邸中那样的胞族共同炉灶。
ὄνομα δὲ καὶ τοῖς ἑστιατορίοις ἦν, ὅπερ ταῖς φράτραις, κουρίαι καὶ μέχρις ἡμῶν οὕτω καλοῦνται.
这些宴会厅的名字也与胞族相同,称为库里亚,直到我们的时代仍被如此称呼。
§2.23.3τοῦτο τὸ πολίτευμα δοκεῖ μοι λαβεῖν ἐκ τῆς Λακεδαιμονίων ἀγωγῆς τῆς περὶ τὰ φιδίτια κατʼ ἐκεῖνον τὸν χρόνον ἐπιχωριαζούσης, ἣν Λυκοῦργος εἰσηγήσασθαι δοκεῖ παρὰ Κρητῶν μαθών, καὶ μεγάλα τὴν πόλιν ὠφελῆσαι ἐν εἰρήνῃ μὲν εἰς εὐτέλειαν ἄγων τοὺς βίους καὶ σωφροσύνην τῆς καθʼ ἡμέραν διαίτης, ἐν πολέμῳ δʼ εἰς αἰδῶ καὶ πρόνοιαν καταστήσας ἕκαστον τοῦ μὴ καταλιπεῖν τὸν παραστάτην, ᾧ καὶ συνέσπεισε καὶ §2.23.4συνέθυσε καὶ κοινῶν ἱερῶν μετέσχεν.
在我看来,这一制度似乎是借鉴自拉栖代梦人的“公共食堂”惯行,这一惯行在当时十分流行,似乎是吕库古从克里特人那里学来并引入的,这极大地造福了国家——在和平时期,通过引导人们过上节俭和克制每日起居的生活,在战争时期,通过使每个人产生羞耻感和深谋远虑,从而不至于抛弃与自己一同奠酒、献祭并分享共同祭祀的战友。
καὶ οὐ μόνον τῆς περὶ ταῦτα σοφίας χάριν ἄξιος ἐπαινεῖσθαι ὁ ἀνήρ, ἀλλὰ καὶ τῆς εὐτελείας τῶν θυσιῶν, αἷς γεραίρεσθαι τοὺς θεοὺς ἐνομοθέτησεν, ὧν αἱ πλεῖσται διέμενον ἕως τῆς καθʼ ἡμᾶς ἡλικίας, εἰ μὴ καὶ πᾶσαι κατὰ τὸν ἀρχαῖον ἐπιτελούμεναι τρόπον.
这位君王不仅因其在这些事务上的智慧而值得赞美,而且也因其下令用来尊崇神明的祭祀之节俭而值得称道,这些祭祀即使不是全部,大部分也以古老的方式履行着,一直留存到我们的时代。
§2.23.5ἐγὼ γοῦν ἐθεασάμην ἐν ἱεραῖς οἰκίαις δεῖπνα προκείμενα θεοῖς ἐπὶ τραπέζαις ξυλίναις ἀρχαϊκαῖς ἐν κάνησι καὶ πινακίσκοις κεραμεοῖς, ἀλφίτων μάζας καὶ πόπανα καὶ ζέας καὶ καρπῶν τινων ἀπαρχὰς καὶ ἄλλα τοιαῦτα λιτὰ καὶ εὐδάπανα καὶ πάσης ἀπειροκαλίας ἀπηλλαγμένα· καὶ σπονδὰς εἶδον ἐγκεκραμένας οὐκ ἐν ἀργυροῖς καὶ χρυσοῖς ἄγγεσιν, ἀλλʼ ἐν ὀστρακίναις κυλίσκαις καὶ πρόχοις, καὶ πάνυ ἠγάσθην τῶν ἀνδρῶν ὅτι διαμένουσιν ἐν τοῖς πατρίοις ἔθεσιν οὐδὲν ἐξαλλάττοντες τῶν ἀρχαίων ἱερῶν εἰς τὴν ἀλαζόνα πολυτέλειαν.
至少我曾在圣所中看到,摆在神明面前、放在古风木桌上的供膳是装在篮子和陶盘里的,包括大麦饼、平烧面包、斯佩尔特小麦、某些果实的初物,以及其他类似质素且省费、毫无粗俗之气的东西;我还看到,调和的奠酒并非盛在金银器皿中,而是盛在陶制的杯子和水壶中,我非常赞赏这些人,因为他们坚守祖先的习俗,没有将任何古老的祭祀改变为虚浮的奢华。
§2.23.6ἔστι μὲν οὖν ἃ καὶ Νόμας Πομπίλιος ὁ μετὰ Ῥωμύλον ἄρξας τῆς πόλεως κατεστήσατο μνήμης ἄξια καὶ λόγου, περιττὸς τὴν γνώμην ἀνὴρ καὶ τὰ θεῖα ἐξηγήσασθαι σοφὸς ἐν ὀλίγοις, ὑπὲρ ὧν ὕστερον ἐρῶ, καὶ Τύλλος Ὁστίλιος ὁ τρίτος ἀπὸ Ῥωμύλου βασιλεύσας καὶ πάντες οἱ μετʼ ἐκεῖνον γενόμενοι βασιλεῖς·
当然,在罗姆路斯之后统治该城的努马·庞皮里乌斯所确立的体制中,也有一些值得铭记和谈论的事物,他是一个具有非凡智慧、在少数阐释神圣事务方面极有智慧的人,关于他我稍后会谈及;罗姆路斯之后的第三代国王图路斯·奥斯蒂里乌斯以及在他之后的所有国王也是如此。
ἀλλʼ ὁ τὰ σπέρματα καὶ τὰς ἀρχὰς αὐτοῖς παρασχὼν καὶ τὰ κυριώτατα καταστησάμενος τῶν περὶ τὰ θεῖα νομίμων Ῥωμύλος ἦν.
然而,为他们提供这些事物的种子和开端,并确立关于神圣事务之法律中最核心部分的人,正是罗姆路斯。

词汇与语法注释

  1. §2.23.1καταστησάμενος — 这是一个中间态的不定过去分词,表示在主句的未完成过去时动词 `διῄρει` 之前的行为,或作为其前提条件。其主语是罗姆路斯。
  2. ¦p.v.1p.185¦τοῦ μὴ καταλιπεῖν — 带有否定词 `μή` 的属格冠词不定式,既可以作为修饰名词 `πρόνοιαν`(远见/防备)的说明性属格,也可以表示目的(为了不放弃)。
  3. ¦p.v.1p.185¦ — 关系代名词与格,先行词为 `τὸν παραστάτην`(战友)。它是与含有前缀 `σύν-` 的复合动词 `συνέσπεισε`(共同奠酒)和 `συνέθυσε`(共同献祭)连用的伴随与格,同时也间接服务于其后通常支配属格的动词 `μετέσχεν`。
  4. §2.23.5ἀλφίτων μάζας — 语法上为宾格,作为前句中动词 `ἐθεασάμην` 的直接宾语 `δεῖπνα`(供膳)的同位语,用于列举其具体内容。
  5. §2.23.6ἔστι μὲν οὖν ἃ — 惯用表达 `ἔστιν ἅ`(“有一些事物……”)。这里带有中性复数宾格 `ἅ`,引导出努马和图路斯等后继国王所确立的“一些法度”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §2.23.1-2.23.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:2.23.1-2.23.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。