Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §2.12.1-2.12.4

创设元老院与选任百名议员

第 103 段,共 962 段 · 希腊语

内容简介

本节描述了罗穆路斯选举首批百名元老院议员的具体方法(通过国王、各部族和各区进行分配)、该名称的来源,以及它与希腊君主政体中咨询议会传统的相似性。

§2.12.1ὁ δὲ Ῥωμύλος ἐπειδὴ ταῦτα διεκόσμησε βουλευτὰς εὐθὺς ἔγνω καταστήσασθαι, μεθʼ ὧν πράττεῖν τὰ κοινὰ ἔμελλεν, ἐκ τῶν πατρικίων ἄνδρας ἑκατὸν ἐπιλεξάμενος.
罗穆路斯在整顿了这些事务之后,立即决定设立元老院议员,以便与他们共同治理公共事务,并从贵族中挑选了一百人。
ἐποιεῖτο δὲ αὐτῶν τοιάνδε τὴν διαίρεσιν· αὐτὸς μὲν ἐξ ἁπάντων ἕνα τὸν ἄριστον ἀπέδειξεν, ᾧ τὰς κατὰ πόλιν ᾤετο δεῖν ἐπιτρέπειν οἰκονομίας, ὅτε αὐτὸς ἐξάγοι στρατιὰν ὑπερόριον·
他对他们的选拔进行了如下的划分:他自己从所有人中指派了一位最优秀的人,认为每当自己率军出征境外时,应当将城内的行政事务托付给此人。
§2.12.2τῶν δὲ φυλῶν ἑκάστῃ προσέταξε τρεῖς ἄνδρας ἑλέσθαι τοὺς ἐν τῇ φρονιμωτάτῃ τότε ὄντας ἡλικίᾳ καὶ διʼ εὐγένειαν ἐπιφανεῖς.
他命令每个部落各选择三位当时处于最理智年龄且因高贵出身而著名的人。
μετὰ δὲ τοὺς ἐννέα τούτους ἑκάστην φράτραν πάλιν ἐκέλευσε τρεῖς ἐκ τῶν πατρικίων ἀποδεῖξαι τοὺς ἐπιτηδειοτάτους· ἔπειτα τοῖς πρώτοις ἐννέα τοῖς ὑπὸ τῶν φυλῶν ἀποδειχθεῖσι τοὺς ἐνενήκοντα προσθείς, οὓς αἱ φρᾶτραι προεχειρίσαντο, καὶ τούτων, ὃν αὐτὸς προέκρινεν, ἡγεμόνα ποιήσας τὸν τῶν ἑκατὸν ἐξεπλήρωσε βουλευτῶν ἀριθμόν.
在这九人之后,他又命令每个区(库里亚)再次从贵族中指派三位最合适的人;随后,他将各区选出的九十人加到由各部落指派的第一批九人中,并以他自己先前选定的那个人作为他们的领袖,从而填满了百名议员的人数。
§2.12.3τοῦτο τὸ συνέδριον Ἑλληνιστὶ ἑρμηνευόμενον γερουσίαν δύναται δηλοῦν καὶ μέχρι τοῦ παρόντος ὑπὸ Ῥωμαίων οὕτως καλεῖται.
这个会议体如果译成希腊语,意思就是“长老会”,且直到现在仍被罗马人如此称呼。
πότερον δὲ διὰ γῆρας τῶν καταλεγέντων εἰς αὐτὸ ἀνδρῶν ἢ διʼ ἀρετὴν ταύτης ἔτυχε τῆς ἐπικλήσεως οὐκ ἔχω τὸ σαφὲς εἰπεῖν.
但是,究竟是因为登记加入其中的人们的年老,还是因为他们的德行才获得了这个称呼,我无法确切地说明。
καὶ γὰρ τοὺς πρεσβυτέρους καὶ τοὺς ἀρίστους γέροντας εἰώθεσαν οἱ παλαιοὶ καλεῖν.
因为古人习惯将年长者和最优秀的人都称为“长老”。
οἱ δὲ μετέχοντες τοῦ βουλευτηρίου πατέρες ἔγγραφοι προσηγορεύθησαν καὶ μέχρις ἐμοῦ ταύτης ἐτύγχανον τῆς προσηγορίας.
而参与该议会的人被称为“登记的父亲们”(patres conscripti),直到我的时代仍享有这一称呼。
§2.12.4Ἑλληνικὸν δὲ ἄρα καὶ τοῦτο τὸ ἔθος ἦν.
如此看来,这一习俗也是希腊式的。
τοῖς γοῦν βασιλεῦσιν, ὅσοι τε πατρίους ἀρχὰς παραλάβοιεν καὶ ὅσους ἡ πληθὺς αὐτὴ καταστήσαιτο ἡγεμόνας, βουλευτήριον ἦν ἐκ τῶν κρατίστων, ὡς Ὅμηρός τε καὶ οἱ παλαιότατοι τῶν ποιητῶν μαρτυροῦσι· καὶ οὐχ ὥσπερ ἐν τοῖς καθʼ ἡμᾶς χρόνοις αὐθάδεις καὶ μονογνώμονες ἦσαν αἱ τῶν ἀρχαίων βασιλέων δυναστεῖαι.
无论如何,对于那些继承了祖传权力的国王,还是那些由平民自己立为领袖的国王,都有一个由最杰出者组成的咨询议会,正如荷马和最古老的诗人们所见证的那样;而且古代国王的统治并不像我们这个时代那样傲慢和独断。

词汇与语法注释

  1. 2.12.1ὅτε αὐτὸς ἐξάγοι στρατιὰν ὑπερόριον — 时间从句中的过去旁白/祈愿语气 ἐξάγοι 表示过去的一般性条件或反复发生的动作(“每当他亲自率领时”)。亦可理解为受主句过去时态(ᾤετο)影响而形成的原形间接陈述中的祈愿语气。
  2. 2.12.2καὶ τούτων, ὃν αὐτὸς προέκρινεν — τούτων 是部分属格。罗穆路斯将自己最初选定的那个人(第1人)作为这群人的领袖,从而使总人数(来自部落的9人 + 来自区的90人 + 罗穆路斯亲自选定的1人)正好达到100人。这是理解该选举人数计算逻辑的关键。
  3. 2.12.3πατέρες ἔγγραφοι — 拉丁语官方名称 patres conscripti 的字面希腊语翻译。虽然拉丁语中的 conscripti 在历史是指新登记的议员(即 patres et conscripti),但作者将其逐字翻译为修饰“父亲们”的形容词(ἔγγραφοι,意为“登记的”)。
  4. 2.12.4τοῖς γοῦν βασιλεῦσιν, ὅσοι τε... καὶ ὅσους... — 与格 τοῖς βασιλεῦσιν 是领有与格,取决于 βουλευτήριον ἦν。随后的关系从句呈现了不对称的句法结构:表示世袭君主的主格 ὅσοι τε 与表示民选君主的宾格 ὅσους 并列,从而全面地涵盖了古代王政中所有类型的君主。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §2.12.1-2.12.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:2.12.1-2.12.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。