Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §2.13.1-2.13.4

塞勒雷斯近卫军的建立与指挥体系

第 104 段,共 962 段 · 希腊语

内容简介

罗穆路斯设立了一支由300名青年组成的名为“塞勒雷斯”的近卫军,用于人身保护和执行紧急任务,并详细介绍了其指挥系统和作战职责。作者指出,这一制度可能是效仿了斯巴达国王护卫队的做法。

§2.13.1ὡς δὲ κατεσκευάσατο καὶ τὸ βουλευτικὸν τῶν γερόντων συνέδριον ἐκ τῶν ἑκατὸν ἀνδρῶν, ὁρῶν ὅπερ εἰκὸς ὅτι καὶ νεότητος αὐτῷ δεήσει τινὸς συντεταγμένης, ᾗ χρήσεται φυλακῆς ἕνεκα τοῦ σώματος καὶ πρὸς τὰ κατεπείγοντα τῶν ἔργων ὑπηρεσίᾳ, τριακοσίους ἄνδρας ἐκ τῶν ἐπιφανεστάτων οἴκων τοὺς ἐρρωμενεστάτους τοῖς σώμασιν ἐπιλεξάμενος, οὓς ἀπέδειξαν αἱ φρᾶτραι τὸν αὐτὸν τρόπον, ὅνπερ τοὺς βουλευτὰς ἑκάστη φράτρα δέκα νέους, τούτους τοὺς ἄνδρας ἀεὶ περὶ αὑτὸν εἶχεν·
当他也用这一百人组成了长老的咨询议会时,由于自然地预见到为了保护自己的身体以及在紧急任务中服役,他将需要一支有组织的青年队伍,便从最显赫的家族中挑选了身体最强壮的三百名男子——各区以与之前各区挑选十名青年议员完全相同的方式指派了他们——并始终将这些人留在自己身边。
§2.13.2ὄνομα δὲ κοινὸν ἅπαντες οὗτοι ἔσχον κελέριοι, ὡς μὲν οἱ πλείους γράφουσιν ἐπὶ τῆς ὀξύτητος τῶν ὑπηρεσιῶν, ʽτοὺς γὰρ ἑτοίμους καὶ ταχεῖς περὶ τὰ ἔργα κέλερας οἱ Ῥωμαῖοι καλοῦσινʼ ὡς δὲ Οὐαλέριος ὁ Ἀντιεύς φησιν ἐπὶ τοῦ
所有这些人都有一个共同的名字,叫做“塞勒雷斯”,正如大多数作家所写的那样,这是由于他们服务的迅速(‘因为罗马人将那些在行动中迅速而敏捷的人称为celeres’);但正如瓦莱里乌斯·安蒂亚斯所说,这是因为他们的领袖拥有这个名字。
§2.13.3ἡγεμόνος αὐτῶν τοῦτʼ ἔχοντος τοὔνομα. ἦν γὰρ καὶ τούτων ἡγεμὼν ὁ διαφανέστατος, ᾧ τρεῖς ὑπετάγησαν ἑκατόνταρχοι καὶ αὖθις ὑπʼ ἐκείνοις ἕτεροι τὰς ὑποδεεστέρας ἔχοντες ἀρχάς, οἳ κατὰ πόλιν μὲν αἰχμοφόροι τε αὐτῷ παρηκολούθουν καὶ τῶν κελευομένων ὑπηρέται, κατὰ δὲ τὰς στρατείας πρόμαχοί τε ἦσαν καὶ παρασπισταί·
因为这些人中也有一位最杰出的领袖,他手下有三名百夫长,而在他们之下又有其他担任较低官职的人;这些人在城内作为持矛侍卫和命令的执行者跟随他,但在出征时则是前锋战士和护卫兵。
καὶ τὰ πολλὰ οὗτοι κατώρθουν ἐν τοῖς ἀγῶσι πρῶτοί τε ἄρχοντες μάχης καὶ τελευταῖοι τῶν ἄλλων ἀφιστάμενοι, ἱππεῖς μὲν ἔνθα ἐπιτήδειον εἴη πεδίον ἐνιππομαχῆσαι, πεζοὶ δὲ ὅπου τραχὺς εἴη καὶ ἄνιππος τόπος.
他们在大都数战斗中都取得了胜利,既是最先开始战斗的人,也是所有人中最后撤退的人,在适合骑兵作战的平原上作为骑兵,在崎岖不平且马匹无法通行的地形上则作为步兵。
§2.13.4τοῦτό μοι δοκεῖ παρὰ Λακεδαιμονίων μετενέγκασθαι τὸ ἔθος μαθὼν ὅτι καὶ παρʼ ἐκείνοις οἱ γενναιότατοι τῶν νέων τριακόσιοι φύλακες ἦσαν τῶν βασιλέων, οἷς ἐχρῶντο κατὰ τοὺς πολέμους παρασπισταῖς, ἱππεῦσί τε οὖσι καὶ πεζοῖς.
在我看来,这一习俗是他从拉刻代蒙人那里借鉴来的,因为他得知,在他们那里,青年中最显贵的三百人也是国王的侍卫,国王在战争中将他们用作护卫兵,他们既是骑兵又是步兵。

词汇与语法注释

  1. 2.13.1ὁρῶν ὅπερ εἰκὸς ὅτι καὶ νεότητος αὐτῷ δεήσει τινὸς συντεταγμένης — ὅτι 从句(ὅτι καὶ νεότητος ... δεήσει)作现在分词 ὁρῶν 的宾语。夹在中间的 ὅπερ εἰκὸς 属于一种插入语。νεότητος 是无人称动词 δεήσει 所要求的属格。
  2. 2.13.1τὸν αὐτὸν τρόπον, ὅνπερ τοὺς βουλευτὰς ἑκάστη φράτρα δέκα νέους — 在表示方式的关系从句 τὸν αὐτὸν τρόπον, ὅνπερ 中,省略了如 ἀπέδειξε 这样的动词。结构暗示为一种简练的比较:“以与各区之前指派(议员时)相同的方式,各指派了十名青年”。
  3. 2.13.2ἐπὶ τοῦ ἡγεμόνος αὐτῶν τοῦτʼ ἔχοντος τοὔνομα — 此处的介词 ἐπὶ 控制属格,与前文的 ἐπὶ τῆς ὀξύτητος 平行。现在分词短语 τοῦτ' ἔχοντος τοὔνομα(“拥有这个名字的”)修饰 τοῦ ἡγεμόνος,表达了另一种异说,即该部队名来源于一位名叫 Celer 的实际(或传说中的)指挥官。
  4. 2.13.3ἱππεῖς μὲν ἔνθα... πεζοὶ δὲ ὅπου... — 名词 ἱππεῖς 和 πεζοὶ 作为前文关系代词 οἳ(或承接它的 οὗτοι)的谓语性同位语(意为“作为骑兵”、“作为步兵”)。带有希求法 εἴη 的关系从句(ἔνθα, ὅπου)表示过去的一般性或重复性条件。
  5. 2.13.4ἱππεῦσί τε οὖσι καὶ πεζοῖς — 斯巴达被称为“骑士”(hippeis)的300名侍卫在名义上是骑兵,但实际上作为重装步兵作战,这一历史事实构成了该表达的背景。分词 οὖσι(与格,与先行词 οἷς 一致)同时修饰这两个名词,表明了他们“名义上是骑兵,实际上也是步兵”的双重属性。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §2.13.1-2.13.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:2.13.1-2.13.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。