Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §1.90.1-1.90.2

罗马人的语言习俗与后续卷册预告

第 91 段,共 962 段 · 希腊语

内容简介

作者指出罗马人的语言是希腊语与蛮族语的混合,但强调他们的生活方式一贯符合希腊传统,并在预告关于罗马国宪的论述后结束本书。

§1.90.1Ῥωμαῖοι δὲ φωνὴν μὲν οὔτʼ ἄκρως βάρβαρον οὔτʼ ἀπηρτισμένως Ἑλλάδα φθέγγονται, μικτὴν δέ τινα ἐξ ἀμφοῖν, ἧς ἐστιν ἡ πλείων Αἰολίς, τοῦτο μόνον ἀπολαύσαντες ἐκ τῶν πολλῶν ἐπιμιξιῶν, τὸ μὴ πᾶσι τοῖς φθόγγοις ὀρθοεπεῖν, τὰ δὲ ἄλλα, ὁπόσα γένους Ἑλληνικοῦ μηνύματʼ ἐστὶν ὡς οὐχ ἕτεροί τινες τῶν ἀποικησάντων διασώζοντες, οὐ νῦν πρῶτον ἀρξάμενοι πρὸς φιλίαν ζῆν, ἡνίκα τὴν τύχην πολλὴν καὶ ἀγαθὴν ῥέουσαν διδάσκαλον ἔχουσι τῶν καλῶν οὐδʼ ἀφʼ οὗ πρῶτον ὠρέχθησαν τῆς διαποντίου τὴν Καρχηδονίων καὶ Μακεδόνων ἀρχὴν καταλύσαντες, ἀλλʼ ἐκ παντὸς οὗ συνῳκίσθησαν χρόνου βίον Ἕλληνα ζῶντες καὶ οὐδὲν ἐκπρεπέστερον ἐπιτηδεύοντες πρὸς ἀρετὴν νῦν ἢ πρότερον.
另一方面,罗马人所说的语言既非完全的蛮族语言,也非完全纯正的希腊语,而是两者的某种混合体,其中大部分是爱奥里斯方言。 他们从众多的混杂中仅仅得到的弊端是,不能正确地发音所有的字音。 而在其他方面,他们保持着所有表明其希腊起源的特征,丝毫不逊色于其他任何殖民海外的人。 他们并不是在现在,当巨大而美好的命运如潮水般涌来、成为美好事物的教师时,才开始友好地生活;也不是在他们消灭了迦太基人和马其顿人的统治、首次渴望跨海扩张时。 相反,自他们共同居住以来的所有时间里,他们一直过着希腊式的生命,并且在美德的实践上,现在并不比以前更为突出。
§1.90.2μυρία δʼ εἰς τοῦτο λέγειν ἔχων καὶ πολλοῖς τεκμηρίοις χρῆσθαι δυνάμενος ἀνδρῶν τε μαρτυρίας φέρειν οὐκ ἀξίων ἀπιστεῖσθαι, πάντα ἀναβάλλομαι ταῦτα εἰς τὸν περὶ τῆς πολιτείας αὐτῶν συγγραφησόμενον λόγον.
尽管对于此事我有无数的话可说,能够使用许多证据,并引用那些不容怀疑的人的证言,但我把所有这些都推迟到将要撰写的关于他们国宪的论述中。
νυνὶ δὲ ἐπὶ τὴν ἑξῆς δἱήγησιν τρέψομαι τὴν ἀνακεφαλαίωσιν τῶν ἐν ταύτῃ δεδηλωμένων τῇ βίβλῳ τῆς ἐχομένης γραφῆς ποιησάμενος ἀρχήν.
而现在,我将转向接下来的叙述,并以本书中所阐明之事的概述作为下一部著作的开头。

词汇与语法注释

  1. 1.90.1ἀπολαύσαντες — 动词 ἀπολαύω 通常意为“享受、受益”,但在此处被反讽地使用,表示作为混杂的弊端而“遭受、承受(不良影响)”。
  2. 1.90.1τὰ δὲ ἄλλα — 关系宾格,表示“在其他方面”,在副词性意义上与前文的 τοῦτο μόνον(仅仅这一点)形成对比。
  3. 1.90.2ἀπιστεῖσθαι — 依存于 οὐκ ἀξίων(不配、不值得)的不定词,字面意为“不值得被不相信(怀疑)的人”,通过双重否定表示“极其值得信赖的人”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §1.90.1-1.90.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.90.1-1.90.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。