§19.9.1βασιλεὺς Ἠπειρωτῶν Πύρρος, βασιλέως Αἰακίδου, Ποπλίῳ Οὐαλερίῳ τῷ Ῥωμαίων ὑπάτῳ χαίρειν.
埃庇鲁斯人之王皮洛士,埃阿喀得斯之子,向罗马人执政官普布利乌斯·瓦莱里乌斯致敬。
πεπύσθαι μὲν εἰκός σε παρʼ ἑτέρων, ὅτι πάρειμι μετὰ τῆς δυνάμεως Ταραντίνοις τε καὶ τοῖς ἄλλοις Ἰταλιώταις ἐπικαλεσαμένοις βοηθήσων· καὶ μηδὲ ταῦτα ἀγνοεῖν, τίνων τε ἀνδρῶν ἀπόγονός εἰμι καὶ τίνας αὐτὸς ἀποδέδειγμαι πράξεις καὶ πόσην δύναμιν ἐπάγομαι καὶ ὡς τὰ πολέμια ἀγαθήν.
你已从他人处得知,我正率领军队,为响应塔兰托人及其他意大利亚人的请求而前来援助,这自是理所当然的;你对这些事同样不无所知,即我是何人的后代、我自己曾立下何等战功、我带来了多么庞大的军队,以及它在战争中是多么优秀,这也同样是理所当然的。
§19.9.2οἰόμενος δή σε τούτων ἕκαστον ἐπιλογιζόμενον μὴ περιμένειν, ἕως ἔργῳ καὶ πείρᾳ μάθῃς τὴν κατὰ τοὺς ἀγῶνας ἡμῶν ἀρετήν, ἀλλʼ ἀποστάντα τῶν ὅπλων χωρεῖν ἐπὶ τοὺς λόγους, συμβουλεύω τε σοι, περὶ ὧν ὁ Ῥωμαίων δῆμος διαφέρεται πρὸς Ταραντίνους ἢ Λευκανοὺς ἢ Σαυνίτας ἐμοὶ τὴν διάγνωσιν ἐπιτρέπειν — διαιτήσω γὰρ ἀπὸ παντὸς τοῦ δικαίου τὰ διάφορα — καὶ παρέξω τοὺς ἐμαυτοῦ φίλους ἁπάσας τὰς βλάβας ἀποτίνοντας, §19.9.3ἃς ἂν αὐτῶν ἐγὼ καταγνῶ.
因此,我认为你既然权衡了这其中的每一件事,便不会等到在实际的战斗中以行动和经验来体会我们的勇猛,而是会放下武器,诉诸言论。 我建议你,将罗马人民与塔兰托人、卢卡尼亚人或萨姆奈特人之间产生分歧的事项,交由我来裁决——因为我将根据绝对的公正来调停这些争端——并且我会让我的朋友们悉数赔偿所有的损失,即那些我判定他们应当承担的损失。
ὀρθῶς δὲ ποιήσετε καὶ ὑμεῖς βεβαιωτὰς παρασχόντες ὑπὲρ ὧν ἂν ἐκείνων τινὲς ἐπικαλῶσιν, ὅτι τὰ κριθέντα ὑπʼ ἐμοῦ φυλάξετε κύρια.
同样,如果你们也提供保证人,担保你们将切实遵守我针对那些人可能提出的指控所作出的裁决,那么你们也是做对了。
ταῦτα ποιοῦσι μὲν ὑμῖν εἰρήνην ἐπαγγέλλομαι παρέξειν καὶ φίλος ἔσεσθαι καὶ ἐφʼ οὓς ἄν με παρακαλῆτε πολέμους προθύμως βοηθήσειν,
若你们这样做,我承诺向你们提供和平,并成为你们的朋友,且在你们向我求援的任何战争中,我都将热忱地予以协助。
§19.9.4μὴ ποιοῦσι δʼ οὐκ ἂν ἐπιτρέψαιμι χώραν συμμάχων ἀνσδρῶν ἐξερημοῦν καὶ πόλεις Ἑλληνίδας ἀναρπάζειν καὶ σώματα ἐλεύθερα λαφυροπωλεῖν, ἀλλὰ κωλύσω τοῖς ὅπλοις, ἵνα παύσησθε ἤδη ποτὲ ἄγοντες καὶ φέροντες ὅλην Ἰταλίαν καὶ πᾶσιν ἀνθρώποις ὡς δούλοις ἐντρυφῶντες.
但若你们不这样做,我绝不容许你们使同盟者的土地荒芜、洗劫希腊的城市,并将自由之人当作战利品贩卖;相反,我将动用武力予以阻止,好让你们终归能停止对整个意大利的劫掠,并停止将所有人视作奴隶般加以侮辱。
ἐκδέξομαι δὲ τὰς σὰς ἀποκρίσεις μέχρι δεκάτης ἡμέρας· περαιτέρω γὰρ οὐκ ἂν ἔτι δυναίμην.
我将等待你的答复,直至第十日;因为再往后,我便无法继续等待了。