Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §19.10.1-19.10.5

执政官莱维努斯拒绝调停与对皮洛士的回复

第 937 段,共 962 段 · 希腊语

内容简介

罗马执政官普布利乌斯·瓦莱里乌斯·莱维努斯写信回复皮洛士王,痛斥其傲慢并拒绝其调停,表示将诉诸武力,并要求他若有所需便前往元老院陈情。

§19.10.1πρὸς ταῦτα ὁ Ῥωμαίων ὕπατος ἀντιγράφει τήν τε αὐθάδειαν τοῦ ἀνδρὸς ἐπιρραπίζων καὶ τὸ φρόνημα τῆς Ῥωμαίων πόλεως ἐνδεικνύμενος· Πόπλιος Οὐαλέριος Λαβίνιος, στρατηγὸς ὕπατος Ῥωμαίων, §19.10.2βασιλεῖ Πύρρῳ χαίρειν.
对此,罗马执政官写信回复,既痛斥此人的狂妄,又展现出罗马国家的尊严:罗马人最高统帅兼执政官普布利乌斯·瓦莱里乌斯·莱维努斯,向皮洛士王致敬。
ἀνδρὸς ἔργον εἶναί μοι δοκεῖ σώφρονος ἀπειλητικὰς πέμπειν ἐπιστολὰς πρὸς τοὺς ὑπηκόους· ὧν δʼ οὔτε τὴν δύναμιν ἐξήτακεν οὔτε τὰς ἀρετὰς ἐπέγνωκε, τούτων ὡς φαύλων καὶ μηδενὸς ἀξίων καταφρονεῖν, ἀνοήτου μοι φαίνεται τρόπου τεκμήριον εἶναι καὶ τὸ διάφορον οὐκ ἐπισταμένου.
在我看来,向自己的臣民派遣具有威胁性的书信,是一个明智之人的所为;而对于那些既未测试过其力量、又未了解过其美德的人,却将其作为卑下无用之辈予以蔑视,在我看来,这乃是愚蠢性格的明证,也是不明白两者差异之人的表现。
§19.10.3ἡμεῖς δὲ οὐ τοῖς λόγοις τιμωρεῖσθαι τοὺς ἐχθροὺς εἰώθαμεν, ἀλλὰ τοῖς ἔργοις, καὶ οὔτε δικαστὴν ποιούμεθά σε περὶ ὧν Ταραντίνοις ἢ Σαυνίταις ἢ τοῖς ἄλλοις πολεμίοις ἐγκαλοῦμεν οὔτʼ ἐγγυητὴν λαμβάνομεν ἐκτίσματος οὐδενός, ἀλλὰ τοῖς ἡμῶν αὐτῶν ὅπλοις τὸν ἀγῶνα κρινοῦμεν καὶ τὰς τιμωρίας, ὡς ἂν αὐτοὶ θέλωμεν, ἀναπράξομεν.
至于我们,向来不习惯用言语而是用行动来惩罚敌人,我们既不让你来裁决我们对塔兰托人、萨姆奈特人或其他敌人的控诉,也不接受你作为任何赔偿的保证人;相反,我们将用我们自己的武器来决定这场争斗,并按照我们自己的意愿来执行惩罚。
ταῦτα δὴ προειδὼς ἀνταγωνιστὴν ἡμῖν παρασκεύαζε σαυτόν, ἀλλὰ §19.10.4μὴ δικαστήν.
因此,你既然预先知道了这些,就请做好作为我们的对手的准备,而不是作为裁判者。
καὶ περὶ ὧν ἡμᾶς αὐτὸς ἀδικεῖς οὕστινας ἐγγυητὰς ἐκτισμάτων παρέξεις σκόπει· μὴ Ταραντίνους ἀναδέχου μηδὲ τοὺς πολεμίους τὰ δίκαια ὑφέξειν.
至于你自身对我们犯下的不义,你也当考虑将提供怎样的赔偿保证人;切莫担保塔兰托人或我们的敌人会替你承担正义的惩罚。
εἰ δʼ ἐκ παντὸς τρόπου πόλεμον αἴρεσθαι πρὸς ἡμᾶς διέγνωκας, ἴσθι σοι ταὐτὸ συμβησόμενον, ὃ πᾶσι συμβαίνειν ἀνάγκη τοῖς μάχεσθαι βουλομένοις, §19.10.5πρὶν ἐξετάσαι πρὸς οὓς ποιήσονται τὴν μάχην.
如果你已下定决心不择手段地对我们开战,那么你当知道,凡是渴望战斗的人必然遭遇的事情,也同样会发生在你的身上,在审视他们将与谁交战之前。
ταῦτα ἐνθυμούμενος, εἴ τινος δέῃ τῶν ἡμετέρων, ἀποθέμενος τὰς ἀπειλὰς καὶ τὸ βασιλικὸν αὔχημα καταβαλὼν ἴθι πρὸς τὴν βουλὴν καὶ δίδασκε καὶ πεῖθε τοὺς συνέδρους, ὡς οὐδενὸς ἀτυχήσων οὔτε τῶν δικαίων οὔτε τῶν εὐγνωμόνων.
牢记这些,如果你需要我们的任何东西,就请放下威胁,丢掉国王的高傲,前往元老院,去陈述并说服议员们,深信你绝不会在任何公正或合理的事情上空手而归。

词汇与语法注释

  1. 19.10.2ἀνδρὸς ... σώφρονος — 属格 ἀνδρὸς ... σώφρονος(明智之人的)与不定式 εἶναι 连用,构成表特征或属性的属格(genitive of characteristic),意为“……是明智之人的本分/特征”。虽然文中明确写出了 ἔργον(工作、本分),但实质上仅凭属格本身亦可表达此意。
  2. 19.10.2ἀνοήτου ... τρόπου ... καὶ ... οὐκ ἐπισταμένου — 属格名词短语 ἀνοήτου ... τρόπου(愚蠢性格的)与属格分词 οὐκ ἐπισταμένου(不明白的人的)并列,作为性质或所有属格修饰 τεκμήριον(明证),共同构成“愚蠢性格及不明白(差异)之人的明证”之意。
  3. 19.10.4μὴ ... ἀναδέχου ... ὑφέξειν — 命令式 ἀναδέχου(源自 ἀναδέχομαι,意为“承担、担保”)在此与否定词 μή 连用,意为“不要担保/替……包揽”。它带有一个宾格加不定式结构 Ταραντίνους... ὑφέξειν(“塔兰托人……会接受惩罚”)作为其宾语。
  4. 19.10.5ὡς οὐδενὸς ἀτυχήσων — 连词 ὡς 结合将来时分词 ἀτυχήσων(源自 ἀτυχέω,意为“未能获得”,接属格 οὐδενὸς)表达主语的主观信念或确信:“深信你绝不会在任何事情上空手而归(即什么也得不到)”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §19.10.1-19.10.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:19.10.1-19.10.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。