Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §19.8.1-19.8.3

梅顿佯狂醉酒警告塔兰托人勿召皮洛士

第 935 段,共 962 段 · 希腊语

内容简介

当塔兰托人渴望召回皮洛士时,一位名叫梅顿的公民装作醉酒的样子来到剧场,警告他们王权统治下将失去自由。尽管许多人倾听他的规劝,但战争的发起者们还是将他强行轰出了剧场。

§19.8.1τῶν Ταραντίνων βουλομένων ἐκ τῆς Ἠπείρου Πύρρον μετακαλεῖν ἐπὶ τὸν κατὰ Ῥωμαίων πόλεμον καὶ τοὺς κωλύοντας ἐξελαυνόντων Μέτων τις καὶ αὐτὸς Ταραντῖνος, ἵνα τύχοι προσοχῆς καὶ διδάξειεν αὐτούς, ὅσα μετὰ τῆς βασιλικῆς ἐξουσίας εἰς πόλιν ἐλευθέραν καὶ τρυφῶσαν εἰσελεύσεται, συγκαθημένου τοῦ πλήθους παρῆν εἰς τὸ θέατρον ἐστεφανωμένος ὥσπερ ἐκ συμποσίου, παιδίσκην περιειληφὼς αὐλητρίδα κωμαστικὰ μέλη προσαυλοῦσαν.
当塔兰托人希望从伊庇鲁斯召回皮洛士以应对与罗马人的战争,并驱逐那些阻挠者时,一个名叫梅顿的、本身也是塔兰托人的人,为了能引起注意并教导他们,伴随着王权,会有多少事物进入一个自由且奢华的城市,他便在民众聚集之时来到剧场,头上戴着仿佛刚从宴会出来的花冠,怀里抱着一个正吹奏着宴乐曲调的年轻女长笛手。
§19.8.2διαλυθείσης δὲ τῆς ἁπάντων σπουδῆς εἰς γέλωτα, καὶ τῶν μὲν ᾅδειν αὐτὸν κελευόντων, τῶν δὲ ὀρχεῖσθαι περιβλέψας κύκλῳ καὶ τῇ χειρὶ διασημήνας ἡσυχίαν αὐτῷ παρασχεῖν, ἐπειδὴ κατέστειλε τὸν θόρυβον· ἄνδρες, ἔφη, πολῖται, τούτων, ὧν ἐμὲ ποιοῦντα ὁρᾶτε νῦν, οὐδὲν ὑμῖν ἐξέσται ποιεῖν, ἐὰν βασιλέα καὶ φρουρὰν εἰς τὴν πόλιν εἰσελθεῖν ἐάσητε.
当所有人的严肃态度都化为笑声,有的人叫他唱歌,有的人叫他跳舞时,他环顾四周,用手示意大家保持安静,当他平息了喧嚣后便说:“公民们,如果你们允许国王和备队进入城市,我此刻正在做的这些事,你们将一件也无法再做了。
§19.8.3ὡς δὲ κινουμένους καὶ προσέχοντας εἶδε πολλοὺς καὶ κελεύοντας λέγειν, σώζων ἔτι τὸ προσποίημα τῆς κραιπάλης τὰ συμβησόμενα αὐτοῖς ἠριθμεῖτο κακά· ἔτι δὲ αὐτοῦ λέγοντος οἱ τῶν κακῶν αἴτιοι συλλαβόντες αὐτὸν κατὰ κεφαλῆς ἐξωθοῦσιν ἐκ τοῦ θεάτρου.
” 当他看到许多人被打动、专注倾听并要求他继续说下去时,他仍然保持着醉酒的伪装,开始历数将要降临到他们身上的灾难;然而,正当他还在说话时,那些制造灾难的祸首们抓住他,将他头朝下地轰出了剧场。

词汇与语法注释

  1. 17.13ὅσα ... εἰσελεύσεται — ὅσα是中性复数主格的关系代词(或间接疑问代词),引导依赖于主句动词διδάξειεν的间接疑问句。根据希腊语中“中性复数主语配单数动词”的语法规则,动词εἰσελεύσεται采用了单数第三人称形式。
  2. 14διαλυθείσης δὲ τῆς ἁπάντων σπουδῆς... τῶν μὲν ᾅδειν αὐτὸν κελευόντων, τῶν δὲ ὀρχεῖσθαι — 两个不同的独立属格结构由καί连接。前半部分中,不定过去时分词διαλυθείσης修饰σπουδῆς(表示已完成的动作)。后半部分使用τῶν μὲν... τῶν δέ与现在时分词κελευόντων(表示持续的动作),在后一分句(τῶν δέ)中省略了分词κελευόντων,不定式ὀρχεῖσθαι依赖于此省略的分词。
  3. 14κατὰ κεφαλῆς — 介词κατά后接属格表示“从……向下”,在此处构成惯用表达,意为“头朝下地”或“倒栽葱地”,描绘了他被从剧场看台或舞台上强行推下去的情景。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §19.8.1-19.8.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:19.8.1-19.8.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。