§19.3.1Λευκίππῳ τῷ Λακεδαιμονίῳ πυνθανομένῳ, ὅπου πεπρωμένον αὐτῷ εἴη κατοικεῖν καὶ τοῖς περὶ αὐτόν, ἔχρησεν ὁ θεὸς πλεῖν μὲν εἰς Ἰταλίαν, γῆν δὲ οἰκίζειν, εἰς ἣν ἂν καταχθέντες ἡμέραν καὶ νύκτα μείνωσι·
当斯巴达人莱基普斯询问,命运注定他及其随从应当定居何处时,神明降下神谕,命他航行至意大利,并在他们登岸后将停留一天一夜的那片土地上建立殖民地。
καταχθέντος δὲ τοῦ στόλου περὶ Καλλίπολιν ἐπίνειόν τι τῶν Ταραντίνων ἀγασθεὶς τοῦ χωρίου τὴν φύσιν ὁ Λεύκιππος πείθει Ταραντίνους συγχωρῆσαί σφισιν ἡμέραν αὐτόθι καὶ νύκτα ἐναυλίσασθαι.
当船队在塔拉斯人的港口卡利波利斯附近登岸时,莱基普斯对该地得天独厚的自然环境十分赞叹,便说服塔拉斯人允许他们在那里宿营一天一夜。
§19.3.2ὡς δὲ πλείους ἡμέραι διῆλθον, ἀξιούντων αὐτοὺς ἀπιέναι τῶν Ταραντίνων οὐ προσεῖχεν αὐτοῖς τὸν νοῦν ὁ Λεύκιππος, παρʼ ἐκείνων εἰληφέναι λέγων τὴν γῆν καθʼ ὁμολογίας εἰς ἡμέραν καὶ νύκτα· ἕως δʼ ἂν ᾖ τούτων θάτερον, οὐ μεθήσεσθαι τῆς γῆς.
然而,过了几天,当塔拉斯人要求他们离开时,莱基普斯对此置之不理,声称自己是根据协议,以“一天一夜”为期从他们手中接管这片土地的;并且只要这两者(白昼与黑夜)中还有任何一个存在,他就不会放弃这片土地。
μαθόντες δὴ παρακεκρουσμένους ἑαυτοὺς οἱ Ταραντῖνοι συγχωροῦσιν αὐτοῖς μένειν.
塔拉斯人意识到自己受骗了,便容许他们留了下来。