Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §17_18.4.1-17_18.4.6

执政官波斯图米乌斯的专横与夺权

第 926 段,共 962 段 · 希腊语

内容简介

本文记述了执政官波斯图米乌斯因出身与资历而变得傲慢,不仅夺取同僚的指挥权并奴役士兵,还以武力排挤前执政官法比乌斯,强行夺取萨姆奈特战争的主导权。

§17_18.4.1ὅτι Ποστόμιος ὁ ὕπατος τῆς διαδοχῆς αὐτοῦ ἐγγισάσης μέγα φρονῶν ἐφʼ ἑαυτῷ τῆς τʼ ἀξιώσεως τοῦ γένους ἕνεκα, καὶ ὅτι διτταῖς ὑπατείαις §17_18.4.2ἤδη κεκοσμημένος ἦν.
执政官波斯图米乌斯在任期交替临近之际,因其家族的尊贵,且因已荣任两次执政官,而极其自负。
ἐφʼ οἷς ὁ συνύπατος αὐτοῦ καταρχὰς μὲν ὡς ἀπελαυνόμενος τῶν ἴσων ἠγανάκτει καὶ πολλάκις ἐπὶ τῆς βουλῆς τὰ δίκαια πρὸς αὐτὸν ἔλεγεν, ὕστερον δὲ συγγνοὺς ἑαυτῷ κατά τε προγόνων ὄγκον καὶ φίλων πλῆθος καὶ κατὰ τὰς ἄλλας δυνάμεις ἐλάττονα ἰσχὺν ἔχοντι — δημοτικὸς γὰρ ἦν καὶ τῶν νεωστὶ παρελθόντων εἰς γνῶσιν — εἶξέ τε τῷ συνυπάτῳ καὶ παρεχώρησε τοῦ Σαυνιτικοῦ πολέμου τὴν ἡγεμονίαν.
对此,他的同僚执政官起初因感到自己被排斥于对等权利之外而十分愤慨,并屡次在元老院中向他据理力争;但后来,他意识到自己在祖辈的威望、友人的数量以及其他力量方面,所拥有的实力较弱——因为他是平民出身,属于近来才为人所知的新人——便向同僚让步,将萨姆奈特战争的指挥权让给了他。
§17_18.4.3πρῶτον μὲν δὴ τοῦτο διαβολὴν ἤνεγκε τῷ Ποστομίῳ κατὰ πολλὴν αὐθάδειαν γενόμενον καὶ ἕτερον αὖθις ἐπὶ τούτῳ βαρύτερον ἢ ὡς κατὰ Ῥωμαῖον ἡγεμόνα.
首先,这件出于极大傲慢而做出的事给波斯图米乌斯带来了恶名,接着,在此之上又发生了另一件比作为罗马统帅所应有的行为更为严重的事。
ἐπιλεξάμενος γὰρ ἐκ τῆς ἑαυτοῦ στρατιᾶς περὶ τοὺς δισχιλίους ἄνδρας εἰς τοὺς ἰδίους ἀγροὺς ἀπήγαγεν, οἷς ἄνευ σιδήρου δρυμὸν ἐκέλευσε κείρειν.
因为他从自己的军队中挑选了大约二千人,带到自己的私有田地里,并命令他们在没有铁器工具的情况下砍伐森林。
καὶ μέχρι πολλοῦ κατέσχε τοὺς ἄνδρας ἐν τοῖς ἀγροῖς θητῶν ἔργα καὶ θεραπόντων ὑπηρετοῦντας.
他在田地里强留这些士兵了很久,让他们服侍日雇农活和奴仆的劳役。
§17_18.4.4τοσαύτῃ δὲ αὐθαδείᾳ πρὸ τῆς ἐξόδου χρησάμενος ἔτι βαρύτερος ἐφάνη τοῖς κατʼ αὐτὴν τὴν στρατείαν ἐπιτελεσθεῖσι καὶ παρέσχε τῇ βουλῇ καὶ τῷ δήμῳ μίσους ἀφορμὰς δικαίου.
在出发前表现出如此傲慢的他,因在远征期间所做的事而显得更加可憎,并给元老院和民众提供了正当憎恨的理由。
τὸν γὰρ ὑπατεύσαντα τῷ πρόσθεν ἐνιαυτῷ καὶ νικήσαντα Σαυνιτῶν τοὺς καλουμένους Πέντρους Φάβιον τῆς βουλῆς ψηφισαμένης μένειν ἐπὶ τοῦ στρατοπέδου, καὶ τὴν ἀνθύπατον ἀρχὴν ἔχοντα πρὸς ταύτην τὴν μερίδα τῶν Σαυνιτῶν πολεμεῖν, γράμματα πέμπων ἐκχωρεῖν ἐκ τῆς Σαυνίτιδος ἐκέλευσεν, ὡς αὐτῷ μόνῳ τῆς ἡγεμονίας προσηκούσης.
因为对于前一年担任执政官、击败了被称为佩恩特里人的萨姆奈特人、且由元老院决议留驻营地并拥有前执政官权力以对抗这一部分萨姆奈特人的法比乌斯,波斯图米乌斯竟派人送信,命令他撤出萨姆奈特地区,声称唯有自己才拥有指挥权。
§17_18.4.5καὶ πρὸς τοὺς ἀποσταλέντας ὑπὸ τῶν συνέδρων πρέσβεις ἀξιοῦντας μὴ κωλύειν τὸν ἀνθύπατον ἐπὶ τοῦ στρατοπέδου μένειν μηδʼ ἀντιπράττειν τοῖς ἐψηφισμένοις ὑφʼ ἑαυτῶν, ὑπερηφάνους καὶ τυραννικὰς ἔδωκεν ἀποκρίσεις, οὐ τὴν βουλὴν ἄρχειν ἑαυτοῦ φήσας, ἕως ἐστὶν ὕπατος, ἀλλʼ αὐτὸν τῆς βουλῆς.
对于元老院议员们派来的使节——他们要求他不要阻碍前执政官留驻营地,也不要反对他们自己所决议的事——波斯图米乌斯给出了极其傲慢和专横的回答,声称只要自己是执政官,就不是元老院统治他,而是他统治元老院。
§17_18.4.6ἀπολύσας δὲ τοὺς πρέσβεις ἐπὶ τὸν Φάβιον ἦγε τὴν στρατιάν, ὡς, εἰ μὴ βούλοιτο ἑκὼν παραχωρεῖν τῆς ἀρχῆς, τοῖς ὅπλοις προσαναγκάσων.
在打发走使节后,他率军向法比乌斯逼近,企图在对方不愿自愿交出权力时以武力强迫。
καταλαβὼν δὲ τοῦτον Κομινίῳ πόλει προσκαθήμενον ἐξεπίεσεν ἐκ τοῦ στρατοπέδου κατὰ πολλὴν ὑπεροψίαν τῶν ἀρχαίων ἐθισμῶν καὶ δεινὴν ὑπερηφανίαν.
他发现法比乌斯正驻扎在科米尼乌姆城前,便以对古老习俗的极大蔑视和可怕的傲慢,强行将其逐出营地。
Φάβιος μὲν αὐτοῦ εἴξας τῇ μανίᾳ τῆς ἡγεμονίας ἐξεχώρησεν.
法比乌斯屈服于他的狂妄,退出了指挥。
ετ συιδας ς. ϝ. Ποστόμιος.
以及苏伊达斯,词条:波斯图米乌斯。

词汇与语法注释

  1. 17_18.4.1ὅτι — 常见于摘录(节录)开头的连词,通常意为“即……”或“……之事”。此处没有主句动词,用于引出被摘录的历史事件。
  2. 17_18.4.2συγγνοὺς ἑαυτῷ κατά τε προγόνων ὄγκον ... ἐλάττονα ἰσχὺν ἔχοντι — 动词 συγγιγνώσκω(意识到、承认)带反身代词与格 ἑαυτῷ,且分词 ἔχοντι 与之在与格上保持一致,表示“自知自己具有……”。
  3. 17_18.4.4ὡς αὐτῷ μόνῳ τῆς ἡγεμονίας προσηκούσης — 带有连词 ὡς(以……为由)的属格绝对结构。其中 προσηκούσης 是无人称动词 προσήκει 的阴性单数属格分词,不带名词主语,用以表达主观原因。
  4. 17_18.4.6ὡς ... τοῖς ὅπλοις προσαναγκάσων — 连词 ὡς 后接将来时分词(προσαναγκάσων),用以表达主语波斯图米乌斯的主观意图或目的(“企图以武力强迫”)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §17_18.4.1-17_18.4.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:17_18.4.1-17_18.4.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。