§17_18.2.1οἱ δὲ Σαυνῖται τῶν πρέσβεων ἀκούσαντες ἠγανάκτουν τε καὶ ἀπελογοῦντο πρῶτον μὲν οὐκ ἐπὶ τούτῳ πεποιῆσθαι λέγοντες τὰς περὶ τῆς εἰρήνης ὁμολογίας, ἐπὶ τῷ μηδένα μήτε φίλον ἴδιον ἡγήσασθαι μήτʼ ἐχθρόν, ἐὰν μὴ Ῥωμαῖοι κελεύωσιν· ἔπειθʼ ὅτι Λευκανοὺς οὐ πρότερον ἐποιήσαντο Ῥωμαῖοι φίλους, ἀλλʼ ἔναγχος πολεμίους ἤδη σφῶν ὄντας, πρόφασιν οὔτε δικαίαν οὔτʼ εὐσχήμονα κατασκευαζόμενοι §17_18.2.2τοῦ καταλῦσαι τὰς σπονδάς.
萨姆奈特人听了使节们的话,既感到愤慨,又为自己辩解,首先说关于和平的协议并非在如下条件上达成,即除非罗马人命令,否则不得将任何人视为自己特有的朋友或敌人;其次说罗马人并非在先前就将卢卡尼亚人接纳为朋友,而是在他们已经成为萨姆奈特人的敌人之后,于最近才如此做的,他们正在捏造一个既不公正也不体面的借口来废除条约。
ἀποκρινομένων δὲ τῶν Ῥωμαίων, ὅτι τοὺς ὑπηκόους ὁμολογήσαντας ἕπεσθαι καὶ ἐπὶ τούτῳ τῷ δικαίῳ καταλυσαμένους τὸν πόλεμον ἅπαντα πείθεσθαι δεῖ τοῖς παρειληφόσι τὴν ἀρχήν, καί, εἰ μὴ ποιήσουσι τὰ κελευόμενα ἑκόντες, πολεμήσειν αὐτοῖς ἀπειλούντων, §17_18.2.3ἀφόρητον ἡγησάμενοι τὴν αὐθάδειαν τῆς πόλεως οἱ Σαυνῖται τοὺς μὲν πρέσβεις ἐκέλευσαν ἀπαλλάττεσθαι παραχρῆμα, αὐτοὶ δὲ τὰ πρὸς τὸν πόλεμον ἐψηφίσαντο κοινῇ τε καὶ κατὰ πόλεις εὐτρεπίζεσθαι.
当罗马人回答说,已经同意顺从并在这一法律条件之下结束全部战争的臣民,必须全面听从接受了统治权的人,并且威胁说如果他们不自愿执行所命令的事,就将对他们发动战争时,萨姆奈特人认为该城的傲慢令人无法忍受,便命令使节们立即离开,而他们自己则通过决议,共同地以及按城市各自准备战争所需的一切。