Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §16.4.1-16.4.3

盖乌斯·莱托里乌斯的审判与死刑

第 920 段,共 962 段 · 希腊语

内容简介

狄奥尼修斯记述了一个展示罗马人严惩邪恶之风的案例:在萨姆奈特战争中,军事护民官盖乌斯·莱托里乌斯·梅尔古斯企图侵犯同帐的一名年轻士兵,最终被护民官公开指控,并被民众全票判处死刑。

§16.4.1ὅτι, φησὶ Διονύσιος, μιᾶς ἔτι μνησθήσομαι πράξεως πολιτικῆς ἀξίας ὑπὸ πάντων ἀνθρώπων ἐπαινεῖσθαι, ἐξ ἧς καταφανὲς ἔσται τοῖς Ἕλλησιν, ὅσον ἦν τὸ μισοπόνηρον ἐν τῇ Ῥώμῃ τότε καὶ τὸ πρὸς τοὺς παραβαίνοντας τὰ κοινὰ νόμιμα τῆς ἀνθρωπίνης φύσεως ἀμείλικτον.
狄奥尼修斯说:我还要提到一件值得所有人赞扬的政治(公民)行为,通过它,希腊人将会看清,当时的罗马对邪恶的仇恨是多么深重,而对那些违反人类本性共同准则的人又是多么无情。
§16.4.2Γάιος Λαιτώριος Μέργος ἐπίκλησιν ἐπιφανὴς κατὰ γένος καὶ κατὰ τὰς πολεμικὰς πράξεις οὐκ ἀγεννής, ἑνὸς τῶν ταγμάτων χιλίαρχος ἀποδειχθεὶς ἐν τῷ Σαυνιτικῷ πολέμῳ, νεανίαν τινὰ τῶν ὁμοσκήνων διαφέροντα τὴν ὄψιν ἑτέρων μέχρι μέν τινος ἔπειθεν ἑαυτῷ χαρίσασθαι τὴν τοῦ σώματος ὥραν ἑκόντα.
盖乌斯·莱托里乌斯,绰号梅尔古斯,其家族显赫,在军事功绩上也并非不优秀。 他在萨姆奈特战争中被任命为一个军团的军政官(军事护民官)。 同帐篷的士兵中有一名容貌出众的青年,莱托里乌斯曾在一开始试图说服他自愿向自己献出身体的青春。
ὡς δʼ οὔτε δωρεαῖς οὔτʼ ἄλλῃ φιλανθρωπίᾳ τὸ μειράκιον ἡλίσκετο, κατέχειν τὴν ἐπιθυμίαν ἀδύνατος ὢν βίαν προσφέρειν ἐπεβάλετο.
然而,由于这名青年既不为礼物所动,也不为其他温情所获,莱托里乌斯无法克制欲望,便企图诉诸暴力。
§16.4.3περιβοήτου δὲ τῆς ἀκοσμίας τοῦ ἀνδρὸς ἅπασι τοῖς ἐπὶ τοῦ στρατοπέδου γενομένης κοινὸν ἀδίκημα τῆς πόλεως εἶναι νομίσαντες οἱ δήμαρχοι γραφὴν ἀποφέρουσι κατʼ αὐτοῦ δημοσίᾳ, καὶ ὁ δῆμος ἁπάσαις ταῖς ψήφοις τοῦ ἀνδρὸς κατέγνω τίμημα δίκης ὁρίσας θάνατον, οὐκ ἀξιῶν εἰς ἐλεύθερα σώματα καὶ προπολεμοῦντα τῆς τῶν ἄλλων ἐλευθερίας τοὺς ἐν ταῖς τιμαῖς ὄντας καὶ ἀρχαῖς ὑβρίζειν τὰς ἀνηκέστους καὶ παρὰ φύσιν τοῖς ἄρρεσιν ὕβρεις.
此人的丑行在营地里传得沸沸扬扬,护民官们认为这是对国家共同的犯罪,于是公开对他提起指控,民众最终以全票判处此人有罪,并将刑罚定为死刑;因为他们认为,身居荣耀与官职之人,不配对那些拥有自由之身、且为他人的自由而奋战的身体,施加对男性而言无可挽回且违背天性的侮辱。
ετ συιδ. ς. ϝ. Γάιος Λαιτώριος.
又见《苏达辞书》“盖乌斯·莱托里乌斯”条目。

词汇与语法注释

  1. 16.4.2ἔπειθεν — 未完成过去时 ἔπειθεν 在此处表示“企图说服”或“试图说服”(尝试性未完成过去时,conative imperfect),而非已经说服成功。接下来的从句 ὡς δʼ οὔτε ... ἡλίσκετο(然而由于青年并未被打动)证实了这一说服尝试最终失败了。
  2. 16.4.3ὑβρίζειν — 此注旨在梳理受动词 οὐκ ἀξιῶν(认为不应当)支配的复杂不定式结构。不定式 ὑβρίζειν(施加侮辱)的逻辑主语是宾格的 τοὺς ἐν ταῖς τιμαῖς ὄντας καὶ ἀρχαῖς(身居显位与官职之人),侮辱的对象由介词短语 εἰς ἐλεύθερα σώματα...(对自由的……身体)表示,而 ὑβρίζειν 的直接宾语则是 τὰς ἀνηκέστους... ὕβρεις(无可挽回的……侮辱)。整句语序高度倒装。
  3. 16.4.3ετ συιδ. ς. ϝ. Γάιος Λαιτώριος — 用希腊字母书写的拉丁语文献引用缩写。ετ 对应 et(以及),συιδ. 对应 Suid.(《苏达辞书》Suidas),ς. ϝ. 对应 s.v.(sub voce,意为“在……词条下”)。整句是由抄本编者或摘录者加入的注释,意为“又见《苏达辞书》‘盖乌斯·莱托里乌斯’条目”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §16.4.1-16.4.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:16.4.1-16.4.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。