Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §16.2.1-16.2.4

反对无条件释放罗马人与对民众愤怒的警告

第 918 段,共 962 段 · 希腊语

内容简介

演讲者针对企图无条件释放罗马人的领袖发表讲话,指出萨姆奈特民众因失去亲人而满怀愤怒,并警告说,就像被夺走猎物的猎犬会袭击猎人一样,那些主张宽大处理的人有被愤怒的民众撕成碎片的危险。

§16.2.1ἓν τοῦτό σε ἀξιοῦμεν ἤδη κείμενοι καὶ τὸ μηδὲν ὄντες μηδεμίαν ἡμῶν ὕβριν προσθεῖναι ταῖς συμφοραῖς μηδὲ βαρεῖ ποδὶ ταῖς ἀθλίαις ἐπεμβῆναι τύχαις.
我们这些已经倒下、化为虚无的人,如今只求你这一件事:不要在我们的灾难上再加凌辱,也不要用沉重的脚步践踏我们悲惨的命运。
§16.2.2οὐκ οἶδας, ὅτι πολλοὶ μὲν τῶν ἡμετέρων παῖδας ἐν τοῖς πολέμοις ἀπολωλέκασι, πολλοὶ δὲ ἀδελφούς, πολλοὶ δὲ φίλους;
难道你不知道,我们的人当中有许多人在战争中失去了孩子,许多人失去了兄弟,许多人失去了朋友吗?
οἷς ἅπασι πῶς ἄκρατον νομίζεις ἐπὶ τῶν σπλάγχνων ἀνθήσειν τὴν χολήν, ἐὰν κωλύῃ τις αὐτοὺς τοσαύταις ψυχαῖς πολεμίων τιμῆσαι τοὺς κατὰ γῆς, αἵπερ μόναι τῶν κατοιχομένων δοκοῦσιν εἶναι τιμαί;
如果有人阻止他们用这么多敌人的灵魂来祭奠地下的人(而这些灵魂似乎是逝者唯一的慰藉),你以为在他们的胸中,那纯粹的怒火会如何燃起呢?
§16.2.3φέρε δὴ κεἰ τοῦτο πεισθέντες ἢ βιασθέντες ἢ ὅ τι δή ποτε παθόντες εἴξουσί τε καὶ ζῆν αὐτοὺς ἐάσουσιν, ἆρʼ ἔτι σοι δοκοῦσι καὶ τὰ χρήματα αὐτοὺς ἐάσειν ἔχειν καὶ μηδεμιᾶς πειραθέντας ἀσχημοσύνης, ὥσπερ ἡρῶάς τινας ἐπʼ ἀγαθῷ τῆσδε τῆς γῆς φανέντας, ὁπότε δόξειεν αὐτοῖς, ἀπελθεῖν, ἀλλʼ οὐχ ὥσπερ θηρία περιχυθέντας διασπάσεσθαι ταῦτα λέγειν ἐπιβαλόμενον ἐμέ;
且慢,即使他们因被说服、被强迫或遭受了其他什么,而选择屈服并允许他们活下去,你难道还认为他们会允许他们保留财产,并在没有遭受任何耻辱的情况下离开——就像某些为了这片土地的福祉而降临的英雄,在他们高兴的时候随时离去那样——而不是像野兽一样群起而攻之,将试图说出这些话的我撕成碎片吗?
§16.2.4οὐχ ὁρᾷς, ὅτι καὶ τοὺς κυνηγοὺς οἱ θηρευταὶ κύνες, ὅταν ἁλῷ θηρίον κατακλεισθὲν ὑπʼ αὐτῶν εἰς τὰ λίνα, περιίστανται τὴν ἐπιβάλλουσαν μοῖραν ἀπαιτοῦντες τῆς ἄγρας, καὶ ἐὰν μὴ μεταλάβωσιν εὐθὺς αἵματος ἢ σπλάγχνων, ἀρράζουσιν ἑπόμενοι καὶ σπαράττουσι τὸν κυνηγόν, καὶ οὔτε διωκόμενοι οὔτε παιόμενοι ἀπείργονται;
你难道看不见吗? 连猎犬在野兽被它们围困在网中捕获时,也会围在猎人身边,索要属于自己的那份猎物;如果不能立刻分得鲜血或内脏,它们就会一边尾随一边狂吠,并将猎人撕咬,无论被驱赶还是被棒打,都绝不退缩?

词汇与语法注释

  1. ¦4¦κείμενοι καὶ τὸ μηδὲν ὄντες — κείμενοι(倒下的)和 τὸ μηδὲν ὄντες(化为虚无的)是主格复数阳性分词,修饰主句动词 ἀξιοῦμεν 的主语(我们)。τὸ μηδέν 充当名词,表示“虚无”或“微不足道”。
  2. ¦p.v.4p.278¦οἷς ἅπασι — 使用关系代名词的利害关系与格(或所有与格),修饰 ἀνθήσειν τὴν χολήν(胆汁/怒火燃起),意为“在他们所有人之中(怒火将从胸中燃起)”。
  3. ¦5¦ἆρʼ ἔτι σοι δοκοῦσι... διασπάσεσθαι... — δοκοῦσι(他们似乎……)是第三人称复数人称结构,以萨姆奈特人为主语,支配将来时不定式 ἐάσειν(将允许)和 διασπάσεσθαι(将撕碎)。修饰不定式主语的宾格复数阳性分词 περιχυθέντας(群起围攻)因受不定式句式吸引而变为宾格。ἐμέ(我)是 διασπάσεσθαι 的直接宾语,由 ἐπιβαλόμενον(企图)修饰。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §16.2.1-16.2.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:16.2.1-16.2.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。