Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §16.1.1-16.1.4

出征时的雷击凶兆与命运逆转的预言

第 917 段,共 962 段 · 希腊语

内容简介

罗马军队出发与萨姆奈特人作战时,落雷预示了命运的逆转。这一违背自然法则而下降的神圣征兆,预示了罗马人在考迪姆峡谷的投降以及随后角色互换的逆转。

§16.1.1Ῥωμαίων εἰς τὸν κατὰ Σαυνιτῶν τελευταῖον πόλεμον ἐξιόντων κεραυνὸς εἰς τὸν ἐπιφανέστατον τόπον κατασκήψας πέντε μὲν στρατιώτας ἀπέκτεινε, δύο δὲ σημείας διέφθειρεν, ὅπλα δὲ πολλὰ τὰ μὲν κατέκαυσε, τὰ δʼ ἐσπίλωσε.
当罗马人出征与萨姆奈特人的最后一场战争时,一道雷电落在了最显眼的地方,击杀了五名士兵,摧毁了两面军旗,而对于许多武器,有的被烧毁,有的被熏黑。
κεραυνοὶ δὲ κατηνέχθησαν τοῖς ἔργοις ἔτυμον φέροντες τοὔνομα· κεραϊσμοὶ γάρ τινές εἰσι καὶ μεταβολαὶ τῶν ὑποκειμένων εἰς τἀναντία τρέποντες τὰς ἀνθρωπίνας τύχας.
雷电降临,带着与其作为相符的真实名称;因为它们是某种毁灭和底层事物的转变,将人类的命运扭转到相反的方向。
§16.1.2αὐτὸ γὰρ πρῶτον ἠνάγκασται τὴν ἰδίαν ἀλλάξαι φύσιν τὸ κεραύνιον πῦρ, εἴτε δὴ αἴθριον εἴτε μετάρσιόν ἐστι, κάτω φερόμενον· οὐ γὰρ δὴ αὐτῷ θέμις ἐπὶ γῆν βρίθειν κατὰ τὴν ἑαυτοῦ φύσιν, ἀλλʼ ἀπὸ γῆς ἄνω μετεωροπολεῖν· ἐν αἰθέρι γὰρ αἱ πηγαὶ τοῦ θείου πυρός.
因为首先,雷电之火本身,无论它是属于高空还是悬于半空,在向下坠落时,都被迫改变了自己的本性;因为按照其自身的本性,压在地面上确实是不合常理的,而应当从地面向上高飞,因为神圣之火的源泉是在以太之中。
§16.1.3δηλοῖ δὲ καὶ τὸ πῦρ τὸ παρʼ ἡμῖν, εἴτε Προμηθέως εἴτε Ἡφαίστου δῶρόν ἐστιν, ὁπότε λύσειε τοὺς δεσμούς, ἐν οἷς ἠνάγκασται μένειν, διʼ ἀέρος ἄνω φερόμενον ἐπὶ τὸ συγγενὲς ἐκεῖνο καὶ πᾶσαν ἐν κύκλῳ περιειληφὸς τὴν τοῦ κόσμου φύσιν.
我们身边的火也证明了这一点,无论它是普罗米修斯的礼物还是赫菲斯托斯的礼物,每当它解脱了被迫停留的束缚时,就会穿过空气向上升起,奔向那个同类的元素——即在圆环中包容了宇宙万物本性的元素。
τὸ δὴ θεῖον ἐκεῖνο καὶ χωρισθὲν ὕλης φθαρτῆς διʼ ἀέρος ὀχούμενον, ὅταν ἐπὶ τὴν γῆν καταφέρηται, βιασθὲν ὑπʼ ἀνάγκης τινὸς ἰσχυρᾶς μεταβολὰς μαντεύεται καὶ §16.1.4τροπὰς ἐπὶ τοὔμπαλιν.
因此,那个与可腐朽的物质分离、在空气中运行的神圣元素,每当它降落到地面,受到某种强大必然性的强迫时,就预示着变化和向相反方向的逆转。
τοιούτου γοῦν τινος γενομένου καὶ τότε καταφρονήσαντες οἱ Ῥωμαῖοι καὶ ὑπὸ Ποντίου τοῦ Σαυνίτου κατακλεισθέντες εἰς ἀνεξόδους δυσχωρίας, μέλλοντες ἤδη τῷ λιμῷ διαφθείρεσθαι παρέδωκαν ἑαυτοὺς τοῖς πολεμίοις ἀμφὶ τοὺς τετρακισμυρίους ὄντες· καὶ καταλείψαντες τά τε ὅπλα καὶ τὰ χρήματα τὸν ζυγὸν ἅπαντες ὑπῆλθον· τοῦτο δὲ σημεῖον τῶν ὑπὸ χεῖρας ἐλθόντων ἐστί.
无论如何,当时也发生了类似的事情,但罗马人轻视了它,被萨姆奈特人蓬提乌斯困在无路可退的险地中,在即将因饥饿而毁灭之际,他们向敌人投降,人数约为四万人;他们留下了武器和财产,全部从轭下穿过;这是屈服于人手之下的象征。
μετʼ οὐ πολὺ δὲ τὰ αὐτὰ καὶ ὁ Πόντιος ὑπὸ Ῥωμαίων ἔπαθε, καὶ τὸν ζυγὸν ὑπῆλθον καὶ αὐτὸς καὶ οἱ σὺν αὐτῷ.
但没过多久,蓬提乌斯本人也遭受了罗马人同样的对待,他自己和随行人员也都从轭下穿过了。

词汇与语法注释

  1. 16.1.1ἔτυμον φέροντες τοὔνομα — 这是一个语源学的双关语,将表示雷电的 `κεραυνός` 与表示毁灭的 `κεραϊσμός`(源自动词 `κεράιζω`“蹂躏、毁灭”)联系在一起。文中解释说,雷电因其带来了人类命运的“毁灭”而名副其实。
  2. 16.1.2αὐτὸ γὰρ πρῶτον ἠνάγκασται... — 主语 `τὸ κεραύνιον πῦρ`(雷电之火)与句首的 `αὐτὸ γὰρ πρῶτον` 距离较远(倒装结构/超前排布)。置于句尾的分词 `κάτω φερόμενον` 与主语一致,作状语使用(时间“在向下坠落时”或原因“因为向下坠落”),强调了这种违反其自然运动的下落过程本身就构成了被迫改变本性。
  3. 16.1.3δηλοῖ δὲ καὶ τὸ πῦρ — 动词 `δηλόω` 虽然可以作不及物(非人称)使用,意为“……是显而易见的”,但此处应解释为以 `τὸ πῦρ τὸ παρʼ ἡμῖν`(我们身边的火)为主语的及物动词用法,意为“我们身边的火也证明了[这一点]”。它将地上之火向上升起这一日常观察,作为支持前述关于雷电下落属于违反本性之逆转的宇宙论论点的实证。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §16.1.1-16.1.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:16.1.1-16.1.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。