Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §15.8.1-15.8.5

萨姆奈特人的反驳与撤出弗雷格莱的要求

第 914 段,共 962 段 · 希腊语

内容简介

萨姆奈特人的首领们对罗马人的抗议进行了反驳,辩明了同盟军迟到以及援助涅阿波利斯的合理性,并要求罗马人撤出其非法占领的弗雷格莱。

§15.8.1τοιαῦτα τοῦ Ῥωμαίου λέξαντος βουλευσάμενοι καθʼ αὑτοὺς οἱ πρόβουλοι τῶν Σαυνιτῶν τοιαύτην ἐξήνεγκαν ἀπόκρισιν· §15.8.2τοῦ μὲν ὀψισμοῦ τῆς ἐπὶ τὸν κατὰ Λατίνων πόλεμον συμμαχίας οὐ τὸ κοινὸν αἴτιον — ἐψηφισάμεθα γὰρ ἀποσταλῆναι τὴν στρατιὰν ὑμῖν — οἱ δὲ τὴν ἡγεμονίαν ἔχοντες αὐτῆς πλείονα χρόνον ἀναλώσαντες ἐν τῇ παρασκευῇ, καὶ ὑμεῖς αὐτοὶ θᾶττον ἐπειχθέντες ἐπὶ τὸν ἀγῶνα.
罗马使节说完这些话后,萨姆奈特人的首领们在他们之间商议之后,给出了如下回答: “至于在对拉丁人战争中同盟军的延迟,并非由于国家的原因——因为我们曾投票通过向你们派遣军队——而是那些掌握军事指挥权的人在准备上耗费了太多时间,以及你们自己也过快地赶赴战场。
τρισὶ γοῦν ἢ τέτταρσιν ἡμέραις ὕστερον τῆς μάχης οἱ πεμφθέντες ὑφʼ ἡμῶν ἀφίκοντο.
无论如何,我们派遣的人是在战斗结束三天或四天后才抵达的。
§15.8.3περὶ δὲ τῆς Νεαπολιτῶν πόλεως, ἐν ᾗ τῶν ἡμετέρων τινές εἰσιν, τοσούτου δέομεν ἀδικεῖν ὑμᾶς, εἴ τινα τοῖς κινδυνεύουσι βοήθειαν εἰς σωτηρίαν κοινῇ παρεχόμεθα, ὥστʼ αὐτοὶ δοκοῦμεν ὑφʼ ὑμῶν ἀδικεῖσθαι μεγάλα.
至于涅阿波利斯城,其中有一些我们的人,即使我们共同向身处险境的人提供了一些安全援助,我们也绝非在对你们行不义,反而甚至我们自己都认为被你们严重侵犯了。
φίλην γὰρ ἡμῶν καὶ σύμμαχον οὖσαν τὴν πόλιν ταύτην οὐκ ἔναγχος οὐδʼ ἀφʼ οὗ τὰς πρὸς ὑμᾶς ἐποιησάμεθα ὁμολογίας, ἀλλὰ δευτέρᾳ γενεᾷ πρότερον διὰ πολλὰς καὶ μεγάλας εὐεργεσίας, οὐθὲν ἀδικηθέντες ὑμεῖς κατεδουλώσασθε.
因为这该城曾是我们的朋友和盟友,并非在最近或我们与你们达成协议之后,而是在两代人之前因为许多重大的恩惠,而你们在没有受到任何侵害的情况下,却奴役了它。
§15.8.4οὐ μὴν οὐδὲ τούτῳ γε τῷ ἔργῳ τὸ κοινὸν ὑμᾶς τῶν Σαυνιτῶν ἠδίκησεν· ἰδιόξενοι δέ τινές εἰσιν, ὡς πυνθανόμεθα, καὶ φίλοι τῶν Νεαπολιτῶν οἱ κατὰ τὴν ἑαυτῶν προαίρεσιν τῇ πόλει βοηθοῦντες καί τινες καὶ διʼ ἀπορίαν ἴσως βίου μισθοφόροι.
况且,萨姆奈特人的国家也绝没有因这一行为而对你们行不义;据我们所知,有一些私下的客友和涅阿波利斯人的朋友,他们出于自己的选择帮助该城,还有一些人可能由于生计无着而成为雇佣兵。
% φέρειν δὲ τοὺς ὑπηκόους ὑμῶν οὐθὲν δεόμεθα· καὶ γὰρ ἄνευ Φουνδανῶν καὶ Φορμιανῶν ἱκανοὶ βοηθεῖν αὑτοῖς ἐσμεν, ἐὰν καταστῶμεν εἰς ἀνάγκην πολέμου.
我们根本没有必要拉拢你们的臣民;因为即使没有芬迪人和福尔米亚人,如果被迫陷入战争,我们也足以自卫。
§15.8.5ἡ δὲ παρασκευὴ τῆς στρατιᾶς ἡμῶν ἐστιν οὐχ ὡς ἀφαιρησομένων τοὺς ὑμετέρους ἀποίκους τὰ ἴδια, ἀλλʼ ὡς τὰ ἴδια ἑξόντων διὰ φυλακῆς.
我们军队的准备,并非是要夺取你们殖民者的私有财产,而是为了通过防卫来保卫我们自己的财产。
ἀντιπροκαλούμεθά τε ὑμᾶς, εἰ βούλεσθε τὰ δίκαια ποιεῖν, ἐκχωρεῖν Φρεγέλλης, ἣν οὐ πρὸ πολλοῦ πολέμῳ κρατησάντων ἡμῶν, ὅσπερ ἐστὶ νόμος κτήσεως δικαιότατος, ὑμεῖς οὐδενὶ δικαίῳ σφετερισάμενοι δεύτερον ἔτος ἤδη κατέχετε.
我们反过来要求你们,如果你们想行正义之事,就请撤出弗雷格莱。 这地方是我们在不久前通过战争夺得的——这本是最正当的占有法則——然而你们在毫无正当权利的情况下强占了它,如今已经占领了第二年。
τούτων ἡμεῖς τυχόντες οὐδὲν ὑποληψόμεθα ἀδικεῖσθαι.
如果我们能获得这些,我们将不认为自己受到了任何不义待遇。
Vrsin.

词汇与语法注释

  1. 15.8.2τοῦ μὲν ὀψισμοῦ ... οὐ τὸ κοινὸν αἴτιον — 省略了系动词(ἐστί)的名词句。属格 τοῦ ὀψισμοῦ 依附于名词 αἴτιον(原因),表示原因或方面,意为“至于延迟,并非由于国家的原因”。
  2. 15.8.3τοσούτου δέομεν ἀδικεῖν ὑμᾶς ... ὥστʼ — 惯用表达 τοσούτου δέω + 不定式(意为“远非……”、“绝不……”),此处动词为第一人称复数形式(δέομεν)。后接表示结果的 ὥστε 从句,表现出强烈的否定与对比:“我们远非对你们行不义,以至于我们反而认为自己遭受了不义”。
  3. 15.8.5οὐχ ὡς ἀφαιρησομένων ... ἀλλʼ ὡς ... ἑξόντων — 带有表示主观意图或借口的连词 ὡς 的将来分词(ἀφαιρησομένων 与 ἑξόντων)的属格绝对结构。虽然分词的逻辑主语(萨姆奈特人)未在文中明示,但可从上下文推知,意在表示:“并非要夺取……而是要保卫……”。
  4. 15.8.5πολέμῳ κρατησάντων ἡμῶν — 插入在由关系代词 ἥν(指代弗雷格莱)引导的关系从句中的属格绝对结构,用以解释过去的事实:“我们通过战争夺取了它”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §15.8.1-15.8.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:15.8.1-15.8.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。