§15.1.1τῶν Κελτῶν ἐπιστρατευσάντων τῇ Ῥώμῃ καί τινος βασιλέως εἰς μονομαχίαν προκαλουμένου τῶν Ῥωμαίων, ὅστις εἴη ἀνήρ, Μάρκος Οὐαλέριος, εἷς τῶν χιλιάρχων, ἀπόγονος ὢν Οὐαλερίου Ποπλικόλα τοῦ συνελευθερώσαντος ἀπὸ τῶν βασιλέων τὴν πόλιν, §15.1.2ἐξῄει τῷ Κελτῷ διαγωνίσασθαι.
当凯尔特人进攻罗马,其一个国王向罗马人挑战进行决斗,看是否有真正的男子汉时,军团司令之一、曾协助将城市从国王统治下解放出来的瓦莱里乌斯·普普利科拉的后裔马尔库斯·瓦莱里乌斯,便上前与那凯尔特人交战。
ὡς δὲ συνῄεσαν ὁμόσε, κόραξ καθεζόμενος ἐπὶ τοῦ κράνους αὐτοῦ ἐκεκράγει τε δεινὸν εἰς τὸν βάρβαρον ὁρῶν καί, ὁπότε μέλλοι πληγὴν ἐκφέρειν, πηδῶν ἐπʼ αὐτὸν τοτὲ μὲν τοῖς ὄνυξιν ἤμυττε τὰς παρειάς, τοτὲ δὲ τῷ ῥύγχει τοὺς ὀφθαλμοὺς ἔκοπτεν, ὥστε τὸν Κελτὸν ἔξω γενέσθαι τῶν φρενῶν, οὔθʼ ὅπως τὸν ἄνδρα ἀμύνοιτο δυνάμενον συμβαλεῖν, οὔθʼ ὅπως τὸν κόρακα φυλάττοιτο.
当他们近身搏斗时,一只落在瓦莱里乌斯头盔上的渡鸦发出可怕的叫声,怒视着那个蛮族人。 每当那蛮族人准备发起一击时,渡鸦就飞向他,时而用爪子抓伤他的脸颊,时而用喙啄他的眼睛,使得那凯尔特人神魂颠倒,既无法理解该如何防范并迎战那个人,也无法防备那只渡鸦。
§15.1.3ὡς δὲ πολὺς ἐγεγόνει τῇ μάχῃ χρόνος, ὁ μὲν Κελτὸς φέρων ἐπὶ τὸν Οὐαλέριον τὴν μάχαιραν ὡς διὰ τῆς προβολῆς εἰς τὰ πλευρὰ βάψων, ἔπειτʼ ἐπιπτάντος αὐτῷ τοῦ κόρακος καὶ τὰς ὄψεις ὀρύττοντος ἀνέτεινε τὸν θυρεὸν ὡς ἀπελάσων τὸν ὄρνιν·
战斗持续了许久,凯尔特人将剑刺向瓦莱里乌斯,试图通过突刺刺入其肋部,接着,由于渡鸦飞向他并挖他的眼睛,他便举起盾牌以驱赶这只鸟。
ὁ δὲ Ῥωμαῖος ἔτι μετεωρίζοντος τὸ ὅπλον ἀκολουθήσας κάτωθεν ὑποφέρει τὸ ξίφος καὶ ἀναιρεῖ τὸν Κελτόν.
而罗马人趁对方仍高举着防具时抢上一步,从下方刺入剑去,杀死了那个凯尔特人。
§15.1.4ὁ δὲ στρατηγὸς Κάμιλλος χρυσέῳ τοῦτον στεφάνῳ ἐκόσμησεν ἐπωνυμίαν θέμενος αὐτῷ Κορβῖνον ἀπὸ τοῦ συναγωνισαμένου κατὰ τὴν μονομαχίαν ζῴου· κόρβους γὰρ οἱ Ῥωμαῖοι καλοῦσι τοὺς κόρακας·
将军卡米卢斯用金冠装饰了他,并根据在决斗中与他并肩作战的动物,赋予他“科尔维努斯”的称号;因为罗马人把渡鸦称为“科尔维”。
αὐτός τε διετέλεσεν ἐξ ἐκείνου συμβόλῳ κατὰ τοῦ κράνους κοσμούμενος κόρακι, καὶ ταῖς εἰκόσιν αὐτοῦ πάσαις οἱ πλάττοντες καὶ γράφοντες τοῦτο τὸ ζῷον ἐπὶ τὴν κεφαλὴν ἐφήρμοττον.
此后,他自己一直用渡鸦作为头盔上的徽记进行装饰,而雕刻家和画家们在他所有的肖像中,也将这种动物安放在他的头部。