§14.6.1ὅτι οἱ Ῥωμαῖοι μεγαλοπρεπεῖς.
罗马人如何宽大。
τῶν γὰρ ἄλλων ὀλίγου δεῖν πάντων ἔν τε τοῖς κοινοῖς τῶν πόλεων πράγμασι καὶ ἐν τοῖς ἰδίοις βίοις πρὸς τὰ τελευταῖα τῶν συμβαινόντων τὰς διανοίας μεθαρμοττομένων καὶ πολλάκις ἔχθρας τε μεγάλας διὰ τὰς τυχούσας φιλανθρωπίας καταλυομένων καὶ φιλίας πολυχρονίους διὰ μικρὰ καὶ φαῦλα προσκρούματα διαιρούντων ἐκεῖνοι τοὐναντίον ἐπὶ τῶν φίλων ᾤοντο χρῆναι ποιεῖν, ταῖς τε παλαιαῖς εὐεργεσίαις χαρίζεσθαι τὰς ἐπὶ τοῖς προσφάτοις ἐγκλήμασιν ὀργάς.
因为几乎所有其他人在城邦的公共事务和私人生活中,都会根据最近发生的事情来调整自己的想法,常常因为微不足道的善意而消除巨大的敌意,又因为微小而琐碎的摩擦而断绝长期的友谊,而他们相反,认为对待朋友应该采取相反的做法,即以过去的恩惠来消解对最近罪过的愤怒。
§14.6.2θαυμαστὸν μὲν δὴ καὶ τοῦτο τῶν ἀνδρῶν· λέγω δὲ τὸ μηδενὶ μνησικακῆσαι τῶν Τυσκλάνων, ἀλλὰ πάντας ἀφεῖναι τοὺς ἐξαμαρτόντας ἀζημίους·
这些人的这一点也确实令人惊叹;我指的是他们不对图斯库鲁姆人的任何人记恨,而是让所有犯错的人免受惩罚。
πολλῷ δʼ ἔτι τούτου θαυμασιώτερον, ὃ μετὰ τὴν ἄφεσιν τῶν ἐγκλημάτων αὐτοῖς ἐχαρίσαντο.
然而,在宽免他们的罪过之后,他们向他们施予的恩惠,比这还要惊人得多。
σκοπούμενοι γάρ, ὡς μηδὲν ἔτι τοιοῦτον ἐν τῇ πόλει γενήσεται μηδʼ ἀφορμὴν νεωτερισμοῦ λήψονταί τινες, οὔτε φρουρὰν εἰς τὴν ἀκρόπολιν αὐτῶν ᾤοντο δεῖν εἰσάγειν, οὔτε παρὰ τῶν ἐπιφανεστάτων ἀνδρῶν ὅμηρα λαμβάνειν, οὔτε ὅπλα τοὺς ἔχοντας ἀφελέσθαι, οὔτʼ ἄλλο σημεῖον οὐδὲν ἀπιστουμένης φιλίας ποιῆσαι·
因为他们考虑到不让该城中再发生此类事件,也不让任何人获得叛乱的机会,便认为既不需要在他们的卫城驻军,也不需要从最显赫的人中索取人质,更不需要剥夺拥有武器者的武器,或者做出任何其他不信任友谊的表示。
§14.6.3μίαν δὲ πρᾶξιν οἰόμενοι συνέχειν ἅπαντας τοὺς κατὰ συγγένειαν ἢ φιλίαν προσήκοντας ἀλλήλοις τὴν τῶν ἀγαθῶν ἰσομοιρίαν, πολιτείαν ἔγνωσαν τοῖς κρατηθεῖσι χαρίσασθαι, πάντων μεταδόντες ὧν τοῖς φύσει Ῥωμαίοις μετῆν, οὐ τὴν αὐτὴν διάνοιαν λαβόντες τοῖς ἀξιοῦσι τῆς Ἑλλάδος ἄρχειν οὔτʼ Ἀθηναίοις οὔτε Λακεδαιμονίοις·
另一方面,他们认为,将所有因亲缘或友谊而互相关联的人凝聚在一起的唯一行为,便是平等地分享福祉,因此他们决定向被征服者赋予公民权,分享天生罗马人所拥有的一切,这与那些自命要统治希腊的人——无论是雅典人还是拉刻代蒙人——所抱持的想法截然不同。
§14.6.4τί γὰρ δεῖ περὶ τῶν ἄλλων Ἑλλήνων λέγειν;
因为何必提及其他希腊人呢?
Ἀθηναῖοι μέν γε Σαμίους ἀποίκους ἑαυτῶν ὄντας, Λακεδαιμόνιοι δὲ Μεσσηνίους ἀδελφῶν οὐδὲν διαφέροντας, ἐπειδὴ προσέκρουσαν αὐτοῖς τι, διαλυσάμενοι τὴν συγγένειαν οὕτως ὠμῶς διεχειρίσαντο καὶ θηριωδῶς, ἐπειδὴ τὰς πόλεις αὐτῶν ὑποχειρίους ἔλαβον, ὥστε μηδὲ τοῖς ἀγριωτάτοις τῶν βαρβάρων ὑπερβολὴν τῆς εἰς τὰ ὁμόφυλα παρανομίας παραλιπεῖν.
雅典人对待作为自己殖民者的萨摩斯人,而拉刻代蒙人则对待与兄弟无异的美塞尼亚人,当这些人和他们发生某种冲突时,他们便断绝亲缘,在将他们的城市掌控在手时,极其残酷和野蛮地对待他们,以至于甚至没有给最凶残的野蛮人留下在对待同族人的不法勾当上超越他们的余地。
§14.6.5μυρία τοιαῦτα λέγειν ἄν τις ἔχοι ταῖς πόλεσι ταύταις ἡμαρτημένα, ἃ παρίημι, ἐπεὶ καὶ τούτων μεμνημένος ἄχθομαι·
人们尽可以诉说这两个城邦所犯下的无数此类罪行,但我在此略过不提,因为一想起这些事情也让我感到痛苦。
τὸ γὰρ Ἑλληνικὸν οὐκ ὀνόματι διαφέρειν τοῦ βαρβάρου ἠξίουν οὐδὲ διαλέκτου χάριν, ἀλλὰ συνέσει καὶ χρηστῶν ἐπιτηδευμάτων προαιρέσει, μάλιστα δὲ τῷ μηδὲν τῶν ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν εἰς ἀλλήλους παρανομεῖν.
因为人们认为,希腊人与蛮族的区别不应当在于名称或方言,而在于智慧和对优良习惯的选择,尤其是互不施加任何超出人类本性的不法行为。
ὅσοις μὲν οὖν ταῦτα ἐπὶ πλεῖον ὑπῆρξεν ἐν τῇ φύσει, τούτους οἶμαι δεῖν λέγειν Ἕλληνας, ὅσοις δὲ τἀναντία βαρβάρους.
因此,凡是在天性中较多具备这些品质的人,我认为应当称之为希腊人,而具备相反品质的人则是蛮族。
§14.6.6καὶ τὰς μὲν ἐπιεικεῖς καὶ φιλανθρώπους διανοίας τε καὶ πράξεις αὐτῶν Ἑλληνικὰς εἶναι λογίζομαι, τὰς δʼ ὠμὰς καὶ θηριώδεις, ἄλλως τε κἂν περὶ συγγενεῖς τε καὶ φίλους γίνωνται, βαρβαρικάς.
我认为他们温和仁慈的思想和行为是希腊式的,而残酷和野蛮的思想和行为,特别是针对亲友发生时,则是蛮族式的。
Τυσκλανοὶ μὲν δὴ πρὸς τῷ μηδὲν ἀφαιρεθῆναι τῶν σφετέρων ἁλούσης τῆς πόλεως, καὶ τὰ τῶν κεκρατηκότων ἀγαθὰ προσλαβόντες ἀπῄεσαν.
这样,图斯库鲁姆人不仅在城市陷落时没有失去自己的任何东西,反而还获得了征服者的利益而离去。