Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §14.2.1-14.2.3

雅典圣橄榄树与罗穆路斯神杖的奇迹

第 894 段,共 962 段 · 希腊语

内容简介

记述了雅典卫城圣橄榄树神奇再生,以及罗马帕拉蒂尼山上罗穆路斯鸟占神杖在火灾中完好无损的奇迹,最后附带了关于军队和欢呼人群的断片描写。

§14.2.1Ἀθήνῃσι μὲν ἐν τοῦ γηγενοῦς Ἐρεχθέως τῷ σηκῷ ἱερά τις ὑπʼ Ἀθηνᾶς φυτευθεῖσα ἐλαία κατὰ τὴν ἔριν τὴν γενομένην αὐτῇ πρὸς Ποσειδῶνα περὶ τῆς χώρας, ἅμα τοῖς ἄλλοις τοῖς ἐν τῷ ἱερῷ οὖσιν ἐμπρησθεῖσα ὑπὸ τῶν βαρβάρων, ὅτε τῆς ἀκροπόλεως ἐκράτησαν, δευτέρᾳ τῆς ἐμπρήσεως ἡμέρᾳ βλαστὸν ἐκ τοῦ στελέχους ἀνῆκεν ὅσον τε πηχυαῖον, δῆλον ἅπασι ποιῆσαι βουλομένων τῶν θεῶν, ὅτι ταχέως ἑαυτὴν ἡ πόλις ἀναλαβοῦσα βλαστοὺς ἀντὶ τῶν παλαιῶν ἐξοίσει νέους.
在雅典,地生之人埃里克托尼乌斯的圣殿里,有一棵由雅典娜在与波塞冬争夺该地时种植的圣橄榄树。 当蛮族人攻占卫城时,它与神殿内的其他物件一同被焚毁;然而在焚毁后的第二天,它便从树干上长出了约一肘长的嫩芽。 诸神显然意在向众人表明:这座城市必将迅速重整旗鼓,长出新的枝芽来代替旧有的。
§14.2.2ἐν δὲ τῇ Ῥώμῃ καλιάς τις Ἄρεος ἱερὰ περὶ τὴν κορυφὴν ἱδρυμένη τοῦ Παλατίου συγκαταφλεγεῖσα ταῖς πέριξ οἰκίαις ἕως ἐδάφους, ἀνακαθαιρομένων τῶν οἰκοπέδων ἕνεκα τῆς ἐπισκευῆς, ἐν μέσῃ τῇ περικαύστῳ σποδῷ τὸ σύμβολον τοῦ συνοικισμοῦ τῆς πόλεως διέσωσεν ἀπαθές, ῥόπαλον ἐκ θατέρου τῶν ἄκρων ἐπικάμπιον, οἷα φέρουσι βουκόλοι καὶ νομεῖς οἱ μὲν καλαύροπας, οἱ δὲ λαγωβόλα καλοῦντες, ᾧ Ῥωμύλος ὀρνιθευόμενος διέγραφε τῶν οἰωνῶν τὰς χώρας, ὅτε τὴν πόλιν οἰκίζειν ἔμελλεν.
而在罗马,建在帕拉蒂尼山顶附近的战神玛尔斯的一座圣屋,曾随周围的房屋一同被烧毁至地基;但在为了重建而清理地皮时,它在焦黑的灰印中完好无损地保存了该城建城的象征,那是一根一端弯曲的木杖,就像牧牛人和牧羊人所携带的那种(有人称之为“牧杖”,有人称之为“野兔棒”),罗穆路斯在准备建城、进行鸟占时,曾用它来划分鸟类出没的区域。
§14.2.3εὐζώνῳ καὶ οὐδὲν ἔξω τῶν ὅπλων φερούσῃ στρατιᾷ.
给轻装且除武器外不携带任何物品的军队。
κρότου καταρραγέντος, ὡς ἐπὶ μεγίστῳ μὲν θεάματι, καλλίστῳ δʼ ἀκούσματι, οἵ τε βεβαίως ἄποροι καὶ οἱ πλαττόμενοι τὴν εἰς τὸ παντελὲς ἀπορίαν.
顿时掌声雷动,仿佛面对着最伟大的奇观与最美妙的声音,无论是那些真正贫困的人,还是那些假装完全贫困的人。

词汇与语法注释

  1. §14.2.1βουλομένων τῶν θεῶν — 属格独立结构,表示原因(“因为诸神意在……”),其主语与主句主语(ἐλαία)不同。
  2. §14.2.2ἀνακαθαιρομένων τῶν οἰκοπέδων — 带有现在分词的属格独立结构,描述了与主句动作同时发生的背景情况(“在清理地皮时”)。
  3. §14.2.2οἷα φέρουσι βουκόλοι καὶ νομεῖς οἱ μὲν καλαύροπας, οἱ δὲ λαγωβόλα καλοῦντες — 关系代词 οἷος 的中性复数宾格 οἷα 用以指代中性单数先行词 ῥόπαλον 的类别。后面的 οἱ μὲν... οἱ δὲ... 作为前述 βουκόλοι καὶ νομεῖς(牧牛人和牧羊人)的分指同位语发挥作用。
  4. §14.2.3εὐζώνῳ καὶ οὐδὲν ἔξω τῶν ὅπλων φερούσῃ στρατιᾷ — 由于此文本为摘录断片,该与格短语缺乏直接支配它的主句动词。在语境上,它应当与针对军队做出的某种动作(如提供或展示某物)相关联。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §14.2.1-14.2.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:14.2.1-14.2.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。