Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §14.1.1-14.1.5

凯尔特之地理边界与名称起源

第 893 段,共 962 段 · 希腊语

内容简介

本段描述了凯尔特地区的地理范围、形状、作为边界的山脉和河流,介绍了以莱茵河为界的日耳曼尼亚与加拉提亚之划分,并提出了“凯尔特”这一名称的多种神话与词源学起因。

§14.1.1ἡ δὲ Κελτικὴ κεῖται μὲν ἐν τῷ πρὸς τὴν ἑσπέραν καθήκοντι τῆς Εὐρώπης μέρει μεταξὺ τοῦ τε βορείου πόλου καὶ τῆς ἰσημερινῆς δύσεως·
凯尔特本境位于欧洲偏西的部分,介于北极与赤道西点之间。
τετράγωνος δὲ οὖσα τῷ σχήματι τοῖς μὲν Ἀλπείοις ὄρεσι μεγίστοις οὖσι τῶν Εὐρωπείων συνάπτει κατὰ τὰς ἀνατολάς, τοῖς δὲ Πυρρηναίοις κατὰ μεσημβρίαν τε καὶ νότον ἄνεμον, τῇ δὲ ἔξω στηλῶν Ἡρακλείων θαλάττῃ κατὰ τὰς δύσεις, τῷ δὲ Σκυθικῷ τε καὶ Θρᾳκίῳ γένει κατὰ βορέαν ἄνεμον καὶ ποταμὸν Ἴστρον, ὃς ἀπὸ τῶν Ἀλπείων καταβαίνων ὀρῶν μέγιστος τῶν τῇδε ποταμῶν καὶ πᾶσαν τὴν ὑπὸ τοῖς ἄρκτοις ἤπειρον διελθὼν εἰς τὸ Ποντικὸν ἐξερεύγεται πέλαγος.
其形状为四角形,东临阿尔卑斯山脉(这是欧洲最大的山脉),南及南风方向接比利牛斯山脉,西邻赫拉克勒斯之柱外侧的海洋,北及北风方向与伊斯特河处邻接斯基泰和色雷斯部族。 该河源自阿尔卑斯山脉,是该地区最大的河流,流经北极下方的整个大陆后注入蓬托斯海。
§14.1.2τοσαύτη δὲ οὖσα τὸ μέγεθος, ὅση μὴ πολὺ ἀποδεῖν τετάρτη λέγεσθαι μοῖρα τῆς Εὐρώπης, εὔυδρός τε καὶ πίειρα καὶ καρποῖς δαψιλὴς καὶ κτήνεσιν ἀρίστη νέμεσθαι, σχίζεται μέση ποταμῷ Ῥήνῳ, μεγίστῳ μετὰ τὸν Ἴστρον εἶναι δοκοῦντι τῶν κατὰ τὴν Εὐρώπην ποταμῶν.
其面积之大,几可被称为欧洲的四分之一,水源充足、土地肥沃、作物丰饶、极利于放牧牲畜,而其中部被莱茵河一分为二。 莱茵河被认为是欧洲仅次于伊斯特河的最大河流。
§14.1.3καλεῖται δʼ ἡ μὲν ἐπὶ τάδε τοῦ Ῥήνου Σκύθαις καὶ Θρᾳξὶν ὁμοροῦσα Γερμανία, μέχρι δρυμοῦ Ἑρκυνίου καὶ τῶν Ῥιπαίων ὀρῶν καθήκουσα, ἡ δʼ ἐπὶ θάτερα τὰ πρὸς μεσημβρίαν βλέποντα μέχρι Πυρρήνης ὄρους, ἡ τὸν Γαλατικὸν κόλπον περιλαμβάνουσα, Γαλατία τῆς θαλάττης ἐπώνυμος.
莱茵河此岸、与斯基泰及色雷斯接壤并延伸至赫耳κυ尼亚森林和里派安山脉的地区被称为日耳曼尼亚;而彼岸朝南、直达比利牛斯山脉并环抱加拉提亚湾的地区,则因该海之名而被称为加拉提亚。
§14.1.4κοινῷ δʼ ὀνόματι ἡ σύμπασα πρὸς Ἑλλήνων καλεῖται Κελτική, ὡς μέν τινές φασιν, ἀπό τινος γίγαντος Κελτοῦ αὐτόθι δυναστεύσαντος, ἄλλοι δὲ ἐξ Ἡρακλέους καὶ Ἀστερόπης τῆς Ἀτλαντίδος δύο γενέσθαι μυθολογοῦσι παῖδας, Ἴβηρον καὶ Κελτόν, οὓς θέσθαι ταῖς χώραις, ὧν ἦρξαν ἀμφότεροι, τὰς ὀνομασίας ἀφʼ αὑτῶν.
然而,希腊人常用“凯尔特”这一统称来称呼这整个地区。 如有些人所说,此名源于曾在当地统治的巨人凯尔托斯;而另一些人的神话说,赫拉克勒斯与阿特拉斯之女阿斯忒洛珀生有两个儿子,即伊贝罗斯和凯尔托斯,他们用自己的名字命名了各自统治的土地。
§14.1.5οἱ δὲ ποταμὸν εἶναί τινα λέγουσι Κελτὸν ἐκ τῆς Πυρρήνης ἀναδιδόμενον, ἀφʼ οὗ πρῶτον μὲν τὴν συνεγγύς, ἔπειτα δὲ καὶ τὴν ἄλλην χώραν σὺν χρόνῳ κληθῆναι Κελτικήν.
还有人说有一条名为凯尔托斯的河流源自比利牛斯山,起初其邻近地区、继而随着时间的推移整片土地都被称为凯尔特。
φασὶ δὲ καί τινες, ὅτι τοῖς πρώτοις Ἕλλησιν εἰς τήνδε τὴν γῆν περαιουμένοις αἱ νῆες ἀνέμῳ βιαίῳ φερόμεναι κατὰ τὸν κόλπον ἔκελσαν τὸν Γαλατικόν, οἱ δʼ ἄνδρες, ἐπειδὴ τοῦ αἰγιαλοῦ ἐλάβοντο, Κελσικὴν ἀπὸ τοῦ συμβάντος αὐτοῖς πάθους τὴν χώραν ἐκάλεσαν, ἣν ἑνὸς ἀλλαγῇ γράμματος οἱ μεταγενέστεροι Κελτικὴν ὠνόμασαν.
也有人说,当第一批希腊人渡海来到这片土地时,他们的船只被狂风吹袭而在加拉提亚湾搁浅,当人们登上海岸时,便根据他们所遭遇的这一变故将该地命名为“凯尔西卡”,后世之人仅改动了一个字母,便将其称为“凯尔特”。

词汇与语法注释

  1. 1τῆς ἰσημερινῆς δύσεως — 意为“赤道之西落点”,在天文学方位上指代“正西”方向。
  2. 2ὅση μὴ πολὺ ἀποδεῖν τετάρτη λέγεσθαι μοῖρα τῆς Εὐρώπης — 此处为表示结果的形容词 ὅση 后接不定式 ἀποδεῖν 的句式。意为“其面积之大,以至于几乎不亚于(μὴ πολὺ ἀποδεῖν)被称为欧洲的四分之一(τετάρτη μοῖρα)”。
  3. 2κτήνεσιν ἀρίστη νέμεσθαι — 不定式 νέμεσθαι 是具有中动/被动功能说明性不定式(epexegetical infinitive),修饰形容词 ἀρίστη,意为“最适合放牧(或食草)”。与格 κτήνεσιν 表示“对于牲畜而言”。
  4. 5ἔκελσαν — 动词 κέλλω(搁浅、靠岸)的第三人称复数不定过去时。在此处用于为假想地名“凯尔西卡(Κελσική)”提供谐音词源学解释。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §14.1.1-14.1.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:14.1.1-14.1.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。