§14.12.1ὑπερφυές τι χρῆμα σώματος ἦν ὁ Κελτός, οἷος ὑπεραίρειν πολὺ τὴν κοινὴν φύσιν.
那位凯尔特人拥有异乎寻常的庞大身躯,甚至远远超过了普通人的体格。
Λικίνιος Στόλων, ὁ δεκάκις δημαρχήσας καὶ τοὺς νόμους εἰσηγησάμενος ὑπὲρ ὧν ἡ δεκαετὴς στάσις ἐγένετο, ἁλοὺς ἐν δίκῃ καὶ ὑπὸ τοῦ δήμου καταψηφισθεὶς τίμημα ἀργυρικὸν εἶπεν, ὅτι θηρίον οὐδέν ἐστι δήμου μιαρώτερον, ὃς οὐδὲ τῶν σιτιζόντων ἀπέχεται.
利奇尼乌斯·斯托洛——曾十次担任平民护民官,并提议了引发十年内讧的法律——在法庭上被判有罪,并被人民判处金钱罚款时,说道:没有任何野兽比平民更卑劣,他们甚至连抚养自己的人也不放过。