§12.5.1Τυρρηνῶν καὶ Φειδηναίων καὶ Οὐιεντανῶν πολεμούντων Ῥωμαίοις καὶ Λάρου Τολουμνίου τοῦ βασιλέως Τυρρηνῶν πανδεινὰ ποιοῦντος κατʼ αὐτῶν χιλίαρχός τις Ῥωμαῖος, Αὖλος Κορνήλιος Κόσσος ἐπίκλησιν, ἐλαύνει τὸν ἵππον κατὰ τοῦ Τολουμνίου· καὶ ἐπειδὴ ἀγχοῦ ἐγένετο, φέρουσι κατʼ ἀλλήλων τὰ δό- §12.5.2ρατα.
当伊特鲁里亚人、斐得奈人和维爱人同罗马人交战,且伊特鲁里亚国王拉尔斯·托鲁姆尼乌斯对罗马人施以可怕的侵害时,一位名叫奥卢斯·科尔内利乌斯·科苏斯的罗马军事看守官策马向托鲁姆尼乌斯冲去;当他逼近时,他们向彼此挺出了长枪。
ὁ μὲν οὖν Τολούμνιος τὸν ἵππον αὐτοῦ παίει διὰ τοῦ στήθους, ὃς ἀναχαιτίσας ῥιπτεῖ τὸν ἐπιβάτην· ὁ δὲ Κορνήλιος διὰ θυρεοῦ τε καὶ θώρακος ἐλάσας τὴν αἰχμὴν εἰς τὰ πλευρὰ περιτρέπει τὸν Τολούμνιον ἀπὸ τοῦ ἵππου, καὶ ἔτι διανισταμένου φέρει διὰ §12.5.3〈τοῦ〉 βουβῶνος τὸ ξίφος.
托鲁姆尼乌斯刺中了科苏斯坐骑的胸膛,马匹人立起来,掀翻了骑手;但科尔内利乌斯用枪尖穿透了盾牌和铠甲,刺入托鲁姆尼乌斯的胁腹,将其挑落马下,并在他仍挣扎着要站起来时,将剑刺入了他的腹股沟。
ἀποκτείνας δὲ αὐτὸν καὶ τὰ σκῦλα ἀφελόμενος οὐ μόνον τοὺς ὁμόσε χωροῦντας ἱππεῖς τε καὶ πεζοὺς ἀνέστειλεν, ἀλλὰ καὶ τοὺς ἐπὶ τῶν κεράτων ἀμφοτέρων ἀντέχοντας εἰς ἀθυμίαν καὶ δέος κατέστησεν. Ambr.
在杀死了他并剥去其战利品后,科苏斯不仅击退了冲过来的骑兵和步兵,还使在两翼坚持抵抗的敌军陷入了沮丧和恐惧之中。