§12.11.1ἐν δὲ τῷ μεταξὺ χρόνῳ Οὐιεντανῶν τις ἔμπειρος τῆς ἐπιχωρίου μαντικῆς διὰ προγόνων ἐτύγχανε φυλακὴν ἔχων τοῦ τείχους, ἐγεγόνει δέ τις αὐτῷ τῶν ἀπὸ τῆς Ῥώμης λοχαγῶν ἐκ παλαιοῦ γνώριμος.
与此同时,维恩塔诺伊人中有一位因祖传而精通当地占卜术的人,正好在看守城墙,而罗马军队中的一位百人队长自古以来就是他的旧识。
οὗτος ὁ λοχαγὸς ἐγγὺς τοῦ τείχους ποτὲ γενόμενος καὶ τοὺς συνήθεις ἀσπασμοὺς τῷ ἀνδρὶ ἀποδοὺς οἰκτείρειν αὐτὸν ἔφη τῆς καταληψομένης ἅμα τοῖς ἄλλοις συμφορᾶς, ἐὰν ἡ πόλις ἁλῷ.
这位百人队长有一次来到城墙附近,向那人致以惯常的问候,并说,如果城市陷落,他为那人将与其他人一同遭遇的灾难感到哀怜。
§12.11.2καὶ ὁ Τυρρηνὸς ἀκηκοὼς τὴν ὑπέρχυσιν τῆς Ἀλβανίδος λίμνης καὶ τὰ παλαιὰ περὶ αὐτῆς προειδὼς θέσφατα ἀναγελάσας· οἷον, ἔφησεν, ἐστὶν ἀγαθὸν τὸ προειδέναι τὰ μέλλοντα.
而那个伊特鲁里亚人听说了阿尔巴湖的泛滥,并且预先知道关于此事的古老神谕,便大笑起来说:“预先知道未来的事情,是多么美好的一件事啊!
ὑμεῖς δὲ κατὰ τὴν ἀγνωσίαν τῶν ἀποβησομένων πόλεμον ἀτελῆ καὶ πόνους ἀνηνύτους ἀντλεῖτε τὴν Οὐιεντανῶν πόλιν ἀναστήσειν οἰόμενοι.
”他说道,“而你们却因不知道将要发生的事,抱着能够毁灭维恩塔诺伊人城市的心态,承受着没有结果的战争和无休止的劳苦。
εἰ δέ τις ὑμῖν ἐδήλωσεν, ὅτι τῇ πόλει τῇδε τότε πέπρωται ἁλῶναι, ὅταν ἡ πρὸς Ἀλβανῷ λίμνη σπανίσασα τῶν αὐθιγενῶν ναμάτων μηκέτι μίσγηται θαλάττῃ, ἐπαύσασθε ἂν αὐτοί τε δαπανώμενοι καὶ §12.11.3ἡμᾶς ἐνοχλοῦντες.
但如果有人告诉过你们,这座城市注定在那个时候被攻占——也就是当阿尔巴附近的湖泊因失去其自生的水源,不再与大海相混时——你们自己就会停止消耗,也会停止打扰我们。
ταῦτα ὁ Ῥωμαῖος μαθὼν πολὺς ἐν τῷ σκοπεῖν καθʼ ἑαυτὸν γενόμενος, τότε μὲν ἀπῄει, τῇ δʼ ἑξῆς προειπὼν τοῖς χιλιάρχοις, ἃ διενοεῖτο, παρῆν ἐπὶ τὸν αὐτὸν τόπον ἄνοπλος, ὥστε μηδεμίαν ὑποψίαν ἐπιβουλῆς τὸν Τυρρηνὸν ὑπὲρ αὐτοῦ λαβεῖν.
”罗马人得知此事后,独自陷入了深思,当时便离去了。 但第二天,他向军事护民官们透露了自己的想法后,没有携带武器来到同一地点,好让那个伊特鲁里亚人对他不产生任何阴谋的怀疑。
χρησάμενος δὲ τοῖς συνήθεσιν ἀσπασμοῖς πρῶτον μὲν ὑπὲρ τῆς κατεχούσης τὸ Ῥωμαικὸν στρατόπεδον ἀμηχανίας διελέγετο ἄλλʼ, ἐφʼ οἷς ἡσθήσεσθαι τὸν Τυρρηνὸν ὑπελάμβανεν, ἔπειτα ἐξηγητὴν αὑτῷ γενέσθαι ἠξίου σημείων τινῶν καὶ τεράτων νεωστὶ τοῖς χιλιάρχοις γεγονότων.
在致以惯常的问候之后,他首先谈到了笼罩着罗马军营的困境,以及其他他认为会让伊特鲁里亚人感到高兴的事情,然后请求对方为他解释最近在军事护民官们身上发生的一些迹象和神迹。
§12.11.4πείθεται τοῖς λόγοις ὁ μάντις οὐδεμίαν δεδοικὼς ἐξαπάτην καὶ τοὺς συνόντας αὐτῷ μεταστῆναι κελεύσας αὐτὸς ἠκολούθει μόνος τῷ λοχαγῷ.
占卜者毫不怀疑有诈,信以为真,命令身边的人退下,自己独自跟随百人队长。
ὁ δὲ Ῥωμαῖος ὑπαγόμενος αὐτὸν ἀπωτέρω τοῦ τείχους διὰ τῶν πρὸς ἀπάτην μηχανηθέντων λόγων, ὡς ἐγγὺς ἐγένετο τοῦ περιτειχίσματος, περιλαβὼν ταῖς χερσὶν ἀμφοτέραις μέσον αἴρεταί τε καὶ πρὸς τὸ Ῥωμαικὸν ἀποφέρεται στρατόπεδον.
而罗马人用设计好的诱骗之词将他带离城墙更远的地方,当接近围墙时,他用双手抱住对方的腰部,将其抱起并运回了罗马军营。