Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §11.10.1-11.10.4

各阶层对十人统治的不满与公民逃亡的原因

第 810 段,共 962 段 · 希腊语

内容简介

说话者揭示了迫使公民抛弃祖国的根本原因。他详细说明了贵族、中间阶层和最贫穷的平民如何分别对十人委员会的统治怀有不同的不满与怨恨,从而导致了他们的憎恨与逃亡。

§11.10.1βούλεσθε οὖν ἀκοῦσαι, τίνες εἰσὶν αἱ βιαζόμεναι τοὺς ἀνθρώπους καταλιπεῖν αἰτίαι ἱερὰ καὶ τάφους προγόνων καὶ ἐξερημοῦν ἐφέστια καὶ κτήσεις πατέρων καὶ πᾶσαν ἡγεῖσθαι γῆν ἀναγκαιοτέραν τῆς πατρίδος;
那么,你们想听听那些强迫人们抛弃祖先的神殿和坟墓、使家园的炉灶和父亲的财产空虚、并认为任何土地都比祖国更为迫切需要的起因是什么吗?
οὐ γὰρ ἄτερ αἰτίας ταῦθʼ οὕτως ἔχει.
因为这些事情并非无缘无故如此。
ἐγὼ δὴ φράσω πρὸς ὑμᾶς καὶ οὐκ ἀποκρύψομαι.
我一定会对你们说清楚,绝不隐瞒。
§11.10.2κατηγορίαι γίνονται τῆς ἀρχῆς ὑμῶν, Ἄππιε, πολλαὶ καὶ παρὰ πολλῶν·
阿庇乌斯,针对你们统治的指控有很多,而且来自许多人。
εἰ μὲν ἀληθεῖς ἢ ψευδεῖς οὐδὲν δέομαι ζητεῖν ἐν τῷ παρόντι, γίνονται δʼ οὖν ὅμως.
它们是真实还是虚假,我现在无需探究,但它们终究是存在的。
οὐδεὶς δʼ, ὡς εἰπεῖν, ἔξω τῶν ὑμετέρων ἑταίρων οἰκείως τοῖς παροῦσιν ἔχει πράγμασιν.
可以说,除了你们的同伙之外,没有人对现状感到满意。
οἱ μέν γʼ ἀγαθοὶ καὶ ἐξ ἀγαθῶν, οἷς προσῆκεν ἱερᾶσθαί τε καὶ ἄρχειν καὶ τὰς ἄλλας καρποῦσθαι τιμάς, ἃς οἱ πατέρες αὐτῶν ἐκαρποῦντο, ἄχθονται τούτων ἀπελαυνόμενοι διʼ ὑμᾶς τὰς προγονικὰς ἀξιώσεις ἀπολωλεκότες.
因为那些出身高贵的优秀之人,本应担任神职、实行统治并享有他们父辈所享有的其他荣誉,却因为你们而被排除在这些之外,因失去了祖传的地位而感到愤恨。
§11.10.3οἱ δὲ τὴν διὰ μέσου τάξιν ἔχοντες ἐν τῇ πόλει καὶ τὴν ἀπράγμονα διώκοντες ἡσυχίαν, χρημάτων τʼ ἀδίκους ἁρπαγὰς ἐγκαλοῦσιν ὑμῖν καὶ προπηλακισμοὺς εἰς γαμετὰς ὀδύρονται γυναῖκας καὶ παροινίας εἰς θυγατέρας ἐπιγάμους καὶ §11.10.4ἄλλας ὕβρεις πολλὰς καὶ χαλεπάς.
而在城邦中处于中间阶层、追求无事安宁的人们,则指控你们不公地掠夺财产,并为对他们结发妻子的侮辱、对他们待嫁女儿的醉酒施暴以及许多其他严重且恶劣的暴行而哀叹。
τὸ δὲ πενέστατον τοῦ δημοτικοῦ μέρος οὔτʼ ἀρχαιρεσιῶν ἔτι κύριον γινόμενον οὔτε ψηφοφοριῶν οὔτʼ εἰς ἐκκλησίας καλούκενον οὔτʼ ἄλλης πολιτικῆς φιλανθρωπίας μεταλαμβάνον οὐδεμιᾶς, διὰ ταῦτα πάνθʼ ὑμᾶς μισεῖ καὶ τυραννίδα καλεῖ τὴν ἀρχήν.
至于平民中最贫穷的部分,由于不再拥有选举官职的决定权,也不再拥有投票权,既不被召集参加民会,也无法分享任何其他公民福祉,因而由于这一切而憎恨你们,并将你们的统治称为僭主政治。

词汇与语法注释

  1. 11.10.1ἀναγκαιοτέραν — 形容词 ἀναγκαῖος(必要的、不可避免的)的比较级。在此处,它既可以理解为在暴政统治下,外国土地比祖国“对生存而言更为不可或缺(作为避难所)”,也可以理解为“更为亲近、更易接受”(源自表示亲属关系的 ἀναγκαῖοι 的引申义)。
  2. 11.10.2οἷς προσῆκεν — 未完成过去时动词 προσῆκεν(适合、本分)作无人称使用,通过与格关系代词 οἷς 引出后续不定式(ἱερᾶσθαι, ἄρχειν 等)的逻辑主语。未完成过去时暗示了在现今十人委员会统治下被剥夺的“本来应当拥有的正当权利”。
  3. 11.10.3ἐγκαλοῦσιν ... ὀδύρονται — 此处并列了两个语法结构不同的动词。前者的 ἐγκαλοῦσιν 意为“向(与格者)指控(宾格物)”,而後者的 ὀδύρονται 意为“哀叹(宾格物)”。因此,χρημάτων ἀδίκους ἁρπαγὰς 是前者(带与格 ὑμῖν)的宾语,而 προπηλακισμοὺς 以及 §11.10.4 的 ἄλλας ὕβρεις 则是后者(直接支配宾格)的宾语。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §11.10.1-11.10.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:11.10.1-11.10.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。