§11.61.1ταύτην ἀποδειξαμένου τὴν γνώμην Γενυκίου πολὺς ἐξ ἁπάντων ἔπαινος ἐγίνετο, καὶ οἱ μετʼ ἐκεῖνον ἀνιστάμενοι μικροῦ δεῖν πάντες ταῦτα συνεχώρουν κράτιστα εἶναι.
杰努基乌斯发表这一意见后,所有人纷纷给予极大的赞扬,在他之后起立发言的人几乎都同意这是最好的办法。
γράφεται δὴ τὸ προβούλευμα ὑπὸ τῶν ὑπάτων, καὶ λαβόντες αὐτὸ μετὰ πολλῆς χαρᾶς οἱ δήμαρχοι προῆλθον εἰς τὴν ἀγοράν.
于是,执政官们起草了预案,护民官们满怀喜悦地领受了预案,走向广场。
ἔπειτα καλέσαντες τὸ πλῆθος εἰς τὴν ἐκκλησίαν, πολλοὺς διέθεντο τῆς βουλῆς ἐπαίνους, καὶ παραγγέλλειν τὴν ἀρχὴν ἐκέλευον τοῖς ἐθέλουσι τῶν δημοτικῶν ἅμα τοῖς πατρικίοις.
随后,他们召集群众举行集会,对元老院赞不绝口,并敦促那些有意愿的平民与贵族一同竞选这一官职。
§11.61.2οὕτω δʼ ἄρα κοῦφόν τι πρᾶγμά ἐστιν ἐπιθυμία δίχα λόγου γινομένη καὶ ταχὺ μεταπῖπτον ἐπὶ θάτερα μέρη, μάλιστα δʼ ἡ τῶν ὄχλων, ὥσθʼ οἱ περὶ παντὸς ποιούμενοι τέως τῆς ἀρχῆς μεταλαβεῖν καί, εἰ μὴ δοθείη τοῦτʼ αὐτοῖς ὑπὸ τῶν πατρικίων, ἢ καταλείψοντες τὴν πόλιν ὡς πρότερον, ἢ διὰ τῶν ὅπλων αὐτὸ ληψόμενοι, ἐπειδὴ τὸ συγχώρημα ἔλαβον, ἀπέστησαν εὐθὺς τῆς ἐπιθυμίας καὶ τὰς σπουδὰς ἐπὶ θάτερον μετέβαλον.
无理性的欲望,尤其是群众的欲望,竟是如此轻浮易变,转眼间就会转向相反的一面。 因此,那些此前将分掌官职视为头等大事、并且如果贵族不予以满足就打算像以前那样抛弃城市、或者通过武力去夺取它的人,一旦得到了这一让步,便立刻放弃了这一欲望,将他们的热情转投向了另一个方向。
§11.61.3πολλῶν γέ τοι δημοτικῶν παραγγελλόντων τὴν χιλιαρχίαν καὶ κατεσπουδασμένας ποιουμένων τὰς δεήσεις, οὐδένα τῆς τιμῆς ταύτης ἄξιον εἶναι ὑπέλαβον, ἀλλὰ γενόμενοι τῆς ψήφου κύριοι τοὺς ἐκ τῶν πατρικίων μετιόντας αὐτὴν ἄνδρας ἐπιφανεῖς χιλιάρχους ἀποδεικνύουσιν, Αὖλον Σεμπρώνιον Ἀτρατῖνον καὶ Λεύκιον Ἀτίλιον Λοῦσκον καὶ Τίτον Κλύλιον Σικελόν.
事实上,尽管有许多平民竞选军政官并进行了热切的恳求,但他们认为他们当中没有一个人配得上这一荣誉;相反,一旦掌握了投票权,他们便把这一官职授予了那些正在竞选的、来自贵族的显赫人物:奥卢斯·塞姆普罗尼乌斯·阿特拉蒂努斯、卢基乌斯·阿蒂利乌斯·鲁斯库斯和提图斯·克洛埃利乌斯·西库鲁斯。