Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §11.49.1-11.49.5

元老院拒绝授予两位执政官凯旋式

第 849 段,共 962 段 · 希腊语

内容简介

执政官奥拉提乌斯和瓦莱里乌斯胜利返回罗马,但由于盖乌斯·克劳狄乌斯等人的强烈反对,元老院拒绝授予他们举行凯旋式的荣誉。

§11.49.1ταῦτα διαπραξάμενος ἀπῆγεν εἰς Ῥώμην τὰς δυνάμεις, καὶ κατὰ τὸν αὐτὸν χρόνον Οὐαλέριος ἧκεν, ἦν τʼ ἀμφοτέροις μέγα φρονοῦσιν ἐπὶ ταῖς νίκαις ἐλπὶς ἐπιφανεῖς κατάξειν θριάμβους.
办完这些事后,他率军返回罗马,与此同时,瓦莱里乌斯也回来了,两人都因胜利而气宇轩昂,希望举行显赫的凯旋式。
§11.49.2οὐ μὴν ἐχώρησέ γε αὐτοῖς κατʼ ἐλπίδα τὸ ἔργον.
然而,事情并没有如他们所愿。
συναχθεῖσα γὰρ κατʼ αὐτῶν ἡ βουλὴ κατεστρατοπεδευκότων ἔξω τῆς πόλεως εἰς τὸ καλούμενον Ἄρειον πεδίον, καὶ τὰ πραχθέντα ὑπʼ ἀμφοτέρων μαθοῦσα τὴν ἐπινίκιον οὐκ ἐπέτρεψε ποιήσασθαι θυσίαν πολλῶν μὲν καὶ ἄλλων ἐναντιωθέντων αὐτοῖς ἐκ τοῦ φανεροῦ, μάλιστα δὲ Κλαυδίου Γαΐου·
因为当他们正在城外所谓的战神广场驻扎时,针对他们而召集的元老院获悉了两人所做的事,因有许多其他人公开反对他们,尤其是盖乌斯·克劳狄乌斯,元老院便不准许他们举行庆祝胜利的祭祀。
§11.49.3θεῖος δʼ ἦν οὗτος, ὥσπερ ἔφην, Ἀππίῳ τῷ καταστησαμένῳ τὴν ὀλιγαρχίαν καὶ νεωστὶ ὑπὸ τῶν δημάρχων ἀναιρεθέντι·
如前所述,此人是阿庇乌斯的叔叔,阿庇乌斯曾建立寡头政权,最近被护民官们处死。
τούς τε κυρωθέντας ὑπʼ αὐτῶν νόμους προβαλλομένου, δι’ ὧν ἠλάττωσαν τὸ τῆς βουλῆς κράτος, καὶ τἆλλα πολιτεύματα, ὅσα οὗτοι πολιτευόμενοι διετέλεσαν· τελευταίαν δὲ τὴν τῶν δέκα ἀνδρῶν, οὓς προὔδωκαν τοῖς δημάρχοις, τῶν μὲν ἀπώλειαν, τῶν δὲ δήμευσιν, ὡς παρὰ τοὺς ὅρκους καὶ τὰς συνθήκας, §11.49.4διεξιόντος.
盖乌斯借口他们所批准的、削弱了元老院权力的法律以及他们一直以来所推行的其他政治措施,并在最后详细指责他们将十人立法官出卖给护民官,导致其中一些人毁灭、另一些人的财产被没收,认为这违反了誓言与协定。
τὰ γὰρ ἐπὶ τῶν ἱερῶν συνομολογηθέντα τοῖς πατρικίοις πρὸς τοὺς δημοτικοὺς ἐπʼ ἀδείᾳ τε πάντων γενέσθαι καὶ ἀμνηστίᾳ τῶν προτέρων· τόν τʼ Ἀππίου θάνατον οὐκ αὐτοχειρίᾳ γενέσθαι λέγοντος, ἀλλʼ ἐπιβούλως ὑπὸ τῶν δημάρχων πρὸ δίκης, ἵνα μήτε λόγου τύχῃ κρινόμενος μήτʼ ἐλέου, ὡς, εἰ κατέστη γοῦν εἰς κρίσιν ἁνὴρ, ἀπέφυγεν ἂν γένους ἀξίωμα παρεχόμενος καὶ πολλὰ τὸ κοινὸν εὖ πεποιηκὼς ὅρκους τε καὶ πίστεις ἐπιβοώμενος, αἷς ἅνθρωποι πιστεύοντες εἰς διαλλαγὰς συνέρχονται, τέκνα τε καὶ συγγένειαν καὶ αὐτὸ τὸ ταπεινὸν σχῆμα καὶ ἄλλα πολλὰ εἰς οἶκτον ἐφελκόμενα τὸ πλῆθος.
因为他声称,贵族与平民在神圣仪式上所达成的协议本是为了确保所有人免受处罚和对过去既往不咎;他又说,阿庇乌斯之死并非自杀,而是护民官们在审判前阴谋策划的,目的是为了使他在受审时既得不到申辩的机会,也得不到同情;因为,如果该人至少能出庭受审,他本可以通过展示家族的尊严、提及自己对国家的诸多贡献、诉诸人们在达成和解时所信赖的誓言与信义,以及通过带出孩子、亲属、他那卑微的装束和许多其他能唤起民众同情的事物而获得无罪释放。
§11.49.5ταῦτα δὴ πάντα κατηγορήματα τῶν ὑπάτων τῶν παρόντων, ἔδοξεν ἀγαπᾶν αὐτοὺς εἰ μὴ δώσουσι δίκας· θριάμβων δὲ καταγωγῆς ἤ τινων τοιούτων συγχωρήσεων οὐδὲ κατὰ μικρὸν ἀξίους εἶναι τυγχάνειν.
既然所有这些都是对现任执政官的指控,元老院认为,如果他们不受到惩罚,就应该感到满足了;至于举行凯旋式或获得任何此类许可,他们连一丁点都不配得到。

词汇与语法注释

  1. 11.49.2κατεστρατοπεδευκότων — 属格绝对(genitive absolute),意为“当他们(在城外)驻扎时”。虽然它在性、数上与前文 κατ' αὐτῶν 中的代名词 αὐτῶν 一致,但其在句中起到了表示环境的状语分词作用。
  2. 11.49.3προβαλλομένου — 修饰属格 Κλαυδίου Γαΐου 的一致分词,而非主句的主语。它与后文的 διεξιόντος 一起,描述了盖乌斯·克劳狄乌斯在指控时所提出的一系列主张内容。
  3. 11.49.4εἰ κατέστη ... ἀπέφυγεν ἂν — 过去反事实条件句(虚拟语气)。条件从句由 εἰ 加上直陈式过去时(κατέστη)构成,主句由直陈式过去时加上 ἄν(ἀπέφυγεν ἄν)构成。整句由 ὡς 引导,构成间接引语的一部分,表达说话者的主张(“如果他当时出庭受审,他本可以获得无罪释放”)。
  4. 11.49.5τῶν παρόντων — 此处的 παρόντων 并非指“在场”,而是指“现任的、当前的”(present / current)。由于执政官们此时仍在城外驻扎,物理上并未出席元老院会议,因此结合上下文应理解为“现任的执政官们”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §11.49.1-11.49.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:11.49.1-11.49.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。