Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §11.39.1-11.39.7

阿庇乌斯的孤立与少女的盛大葬礼

第 839 段,共 962 段 · 希腊语

内容简介

阿庇乌斯企图召集民众集会惩罚政敌,却因陷入孤立而被迫撤退;与此同时,瓦莱里乌斯一党通过为少女举办盛大的葬礼,进一步激发起反寡头政治的舆论。

§11.39.1ὁ δʼ Ἄππιος ἀδημονῶν ἐπὶ τῷ παρʼ ἐλπίδα τῆς κολάσεως καὶ οὐκ ἔχων, ὅ τι χρήσεται τοῖς ἀνδράσι τὴν ὀλεθριωτάτην ἔγνω βαδίζειν ὁδόν.
阿庇乌斯因其惩罚之举出乎意料地受阻而焦虑万分,又不知该如何处置这两人,便决定采取最具有毁灭性的手段。
ὡς γὰρ ἔτι τοῦ πλήθους αὐτῷ διαμένοντος οἰκείου ἀναβὰς ἐπὶ τοῦ Ἡφαίστου τὸ ἱερὸν ἐκάλει τὸν δῆμον εἰς ἐκκλησίαν καὶ κατηγορεῖν ἐπειρᾶτο τῶν ἀνδρῶν παρανομίαν τε καὶ ὕβριν, ἐξουσίᾳ δημαρχικῇ καὶ ἐλπίδι κούφῃ ἐπαιρόμενος, ὅτι συναγανακτήσας ὁ δῆμος αὐτῷ §11.39.2παρήσει ῥῖψαι τοὺς ἄνδρας κατὰ τῆς πέτρας.
因为他以为群众依然对自己忠诚,便登上赫菲斯托斯神庙,召集民众开会,并试图指控那两人无法无天、傲慢无礼;他凭借着护民官的权能以及天真的期望而自鸣得意,以为民众会与他同仇敌忾,准许他将这两人从岩石上扔下去。
οἱ δὲ περὶ τὸν Οὐαλέριον ἕτερον τόπον τῆς ἀγορᾶς καταλαβόμενοι καὶ τὸ πτῶμα τῆς παρθένου θέντες, ὅθεν ὑπὸ πάντων ὀφθήσεσθαι ἔμελλεν, ἑτέραν συνῆγον ἐκκλησίαν καὶ πολλὴν ἐποιοῦντο τοῦ τʼ Ἀππίου καὶ τῶν ἄλλων ὀλιγαρχῶν κατηγορίαν.
然而,瓦莱里乌斯及其追随者占领了广场的另一处,并将少女的遗体安放在所有人都能看到的地方,召集了另一场集会,对阿庇乌斯和其他寡头派进行了强烈的谴责。
§11.39.3ἔμελλέ τε, ὅπερ εἰκὸς ἦν, οὓς μὲν τὸ ἀξίωμα τῶν ἀνδρῶν, οὓς δʼ ὁ τῆς κόρης ἔλεος δεινὰ καὶ πέρα δεινῶν διὰ τὸ ἀτυχὲς κάλλος παθούσης, οὓς δʼ αὐτὸς ὁ τῆς ἀρχαίας καταστάσεως πόθος εἰς ταύτην τὴν ἐκκλησίαν παρακαλῶν πλείους τῶν ἑτέρων συνάξειν, ὥστʼ ὀλίγους τινὰς ὑπολειφθῆναι περὶ τὸν Ἄππιον, αὐτοὺς δὴ τοὺς ὀλιγαρχικούς, ἐν οἷς ἦσάν τινες οὐκέτι τῆς ὀλιγαρχικῆς αὐτῶν ἀκροώμενοι, διὰ πολλὰς προφάσεις, ἀλλʼ, εἰ γένοιτο ἰσχυρὰ τὰ τῶν ἐναντίων, ἄσμενοι χωρήσειν ἐπʼ §11.39.4ἐκείνους.
正如预料的那样,有些人因这两人的威望,有些人因同情那因不幸的美貌而遭受了惨无人道、超越惨痛之灾的少女,还有些人则因对旧有政体的渴望而受到号召,纷纷来到这一场集会,结果聚集的人数远多于另一场。 因此,阿庇乌斯身边只剩下寥寥数人,也就是寡头派自己,而在这群人中,有些人因种种原因已不再听从其寡头党的摆摆,甚至一旦反对派的势力壮大,便会乐意倒向他们。
ἐρημούμενον δὴ θεωρῶν ἑαυτὸν ὁ Ἄππιος ἠναγκάσθη μεταγνῶναι καὶ ἀπελθεῖν ἐκ τῆς ἀγορᾶς, ὃ καὶ μάλιστʼ ὤνησεν αὐτόν.
阿庇乌斯看到自己孤立无援,不得不改变主意并离开广场,这在最大程度上保全了他。
ἐπιβαλλόμενος γὰρ ὑπὸ τοῦ δημοτικοῦ πλήθους καλὰς ἔτισεν ἂν αὐτῷ τὰς δίκας.
因为如果他遭到平民群众的袭击,必将付出惨痛的代价。
§11.39.5μετὰ τοῦτʼ ἐξουσίας ὅσης ἐβούλοντο τυχόντες οἱ περὶ τὸν Οὐαλέριον ἐνεφοροῦντο τῶν κατʼ ὀλιγαρχίας λόγων καὶ τοὺς ἔτι ἐνδοιάζοντας ἐξεδημαγώγουν.
此后,瓦莱里乌斯一党获得了他们所希望的充分发言权,尽情发表反对寡头政治的演说,并争取了那些仍在动摇的人。
ἔτι δὲ μᾶλλον ἐξηλλοτρίωσαν τὸν πολιτικὸν ὄχλον οἱ τῆς κόρης συγγενεῖς κλίνην τε κομίσαντες εἰς τὴν ἀγορὰν καὶ τὸν ἄλλον κόσμον τὸν ἐπιτάφιον οἷον ἐδύναντο πολυτελέστατον παρασκευάσαντες, καὶ τὴν ἐκφορὰν τοῦ σώματος διὰ τῶν ἐπιφανεστάτων τῆς πόλεως ποιησάμενοι στενωπῶν, ὅθεν ὑπὸ πλείστων ὀφθήσεσθαι ἔμελλον.
而少女的亲属们将灵柩抬入广场,并尽其所能准备了最奢华的丧葬装饰,使遗体穿过城里最显眼的街道进行出殡,从而在最大程度上让最多的人看到,这使市民群众更加与寡头派疏远。
§11.39.6ἐξεπήδων γὰρ ἐκ τῶν οἰκιῶν γυναῖκές τε καὶ παρθένοι τὸ πάθος ἀποδυρόμεναι, αἱ μὲν ἄνθη καὶ στεφάνους βάλλουσαι κατὰ τῆς κλίνης, αἱ δὲ τελαμῶνας ἢ μίτρας, αἱ δὲ ἀθύρματα παρθενικά, καί που τινὲς καὶ πλοκάμων ἀποκειράμεναι βοστρύχους.
妇女和少女们从屋里冲出来,痛哭这场惨剧,有的向灵柩上投掷鲜花和花环,有的投掷带子或发带,有的投掷少女时期的玩具,甚至还有人剪下自己的发辫投进去。
§11.39.7ἄνδρες τε συχνοὶ λαμβάνοντες ἐκ τῶν πλησίον ἐργαστηρίων τὰ μὲν ὠνῇ, τὰ δὲ χάριτι συνεπεκόσμουν τοῖς προσφόροις δωρήμασι τὴν ἐκκομιδήν, ὥστε περιβόητον ἀνὰ τὴν πόλιν γενέσθαι τὸ κῆδος, καὶ προθυμίαν ἅπαντας καταλαβεῖν τῆς τῶν ὀλιγαρχικῶν καταλύσεως.
许多男子也从附近的店铺里,或通过购买,或通过赠送,获取了合适的礼物,共同装饰出殡的队伍,使得这场丧礼在全城引起轰动,人人都燃起了推翻寡头派的热情。
ἀλλʼ οἱ φρονοῦντες τὰ τῆς ὀλιγαρχίας ὅπλα ἔχοντες μέγα παρεῖχον αὐτοῖς δέος, οἵ τε περὶ τὸν Οὐαλέριον οὐκ ἠξίουν αἵματι πολιτικῷ τὸ νεῖκος διαιρεῖν.
然而,那些拥护寡头政治的人手中持有武器,给他们带来了极大的恐惧,且瓦莱里乌斯一党也不认为应当用同胞市民的鲜血来解决这场争端。

词汇与语法注释

  1. 11.39.1ἀδημονῶν ἐπὶ τῷ παρʼ ἐλπίδα τῆς κολάσεως — 属格 `τῆς κολάσεως` 为宾格性属格(即“阿庇乌斯对他人施加惩罚”)。介词短语 `παρʼ ἐλπίδα` 意为“出乎意料”,整句解释为“因其施加惩罚的尝试意外受阻而焦虑”。
  2. 11.39.1ὡς γὰρ ἔτι τοῦ πλήθους αὐτῷ διαμένοντος οἰκείου — 带有接头词 `ὡς` 的属格独立分词结构(`τοῦ πλήθους... διαμένοντος`),用以表示阿庇乌斯主观上的推测或信念,即“群众依然对自己表现友好”。
  3. 11.39.3ἔμελλέ τε ... πλείους τῶν ἑτέρων συνάξειν — `ἔμελλε` 的主语是分词 `παρακαλῶν`(“号召……者”),该分词作为句法主语支配不定式 `συνάξειν`。前面的多个关系子句 `οὓς μὲν ... οὓς δʼ ... οὓς δʼ`(“有些人……有些人……有些人……”)并列排比了因各种原因而被召集到这场集会的人。
  4. 11.39.4ἐπιβαλλόμενος γὰρ ὑπὸ τοῦ δημοτικοῦ πλήθους καλὰς ἔτισεν ἂν αὐτῷ τὰς δίκας — 在主句中使用 `ἄν` 加上直说过去时(`ἔτισεν 额外`)构成的与过去事实相反的虚拟语气。条件从句融合在被动语态分词 `ἐπιβαλλόμενος`(“如果当时遭到袭击”)中,表示与过去历史事实相反的假设。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §11.39.1-11.39.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:11.39.1-11.39.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。