Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §11.36.1-11.36.5

阿庇乌斯判决将少女归还克劳狄乌斯

第 836 段,共 962 段 · 希腊语

内容简介

阿庇乌斯要求广场上的群众保持安静,并解释了自己曾被指派为马尔库斯·克劳狄乌斯之父的监护人的经过,以及当时如何得知这名少女并非亲生的秘密。随后,他判决克劳狄乌斯拥有该少女的所有权。

§11.36.1ἔτι γὰρ αὐτῶν λεγόντων ἡσυχίαν γενέσθαι κελεύσας, ἐπειδὴ σιωπή τʼ ἐγένετο, καὶ πᾶς ὁ κατὰ τὴν ἀγορὰν ὄχλος τὴν ὁρμὴν ἐλάμβανεν ἐπιθυμίᾳ γνώσεως τῶν ὑπʼ αὐτοῦ λεχθησομένων προαχθείς, πολλάκις ἐπιστρέψας τὸ πρόσωπον τῇδε καὶ τῇδε καὶ τὰ στίφη τῶν ἑταίρων, οἷς διειλήφει τὴν ἀγοράν, τοῖς §11.36.2ὄμμασι διαριθμησάμενος τοιάδʼ εἶπεν· ἐγὼ δὲ περὶ τοῦδε τοῦ πράγματος, ὦ Οὐεργίνιε, καὶ ὑμεῖς οἱ σὺν τούτῳ παρόντες, οὐ νῦν πρῶτον ἀκήκοα, ἀλλὰ παλαίτερον ἔτι πρὶν ἢ τήνδε τὴν ἀρχὴν παραλαβεῖν.
在他们还在说话的时候,他便下令肃静。 待安静下来,广场上的所有群众都因渴望知道他将要说些什么而兴奋起来时,他多次将脸转向这儿和那儿,用眼睛数了数那些被他用来占领广场的同伙人群,随后说道: “维尔吉尼乌斯,以及与他一同在场的诸位,关于这件事,我并非现在才第一次听说,而是在更早之前、甚至在我接掌这一官职之前就已经听说了。
ὃν τρόπον δʼ ἔγνων, ἀκούσατε.
至于我是如何得知的,请听我说。
ὁ πατὴρ ὁ Μάρκου Κλαυδίου τουδὶ τελευτῶν τὸν βίον ἠξίωσέ με τὸν υἱὸν αὐτοῦ καταλειπόμενον ἐπιτροπεῦσαι· πελάται δʼ εἰσὶ τῆς οἰκίας ἡμῶν ἐκ προγόνων.
这里的马尔库斯·克劳狄乌斯的父亲在临终时,请求我担任他留下的儿子的监护人;而他们从祖辈起就是我们家族的门客。
§11.36.3ἐν δὲ τῷ χρόνῳ τῆς ἐπιτροπείας μήνυσις ἐγένετό μοι περὶ τῆς παιδός, ὡς ὑποβάλοιτο αὐτὴν Νομιτωρία λαβοῦσα παρὰ τῆς Κλαυδίου δούλης, καὶ τὸ πρᾶγμα ἐξετάσας ἔμαθον οὕτως ἔχον.
在监护期间,有人向我提供了关于这个少女的线索,称诺米托里娅从克劳狄乌斯的婢女那里抱走她,并冒充自己的孩子抚养。 我调查了此事,发现情况确实如此。
ἐφάπτεσθαι μὲν οὖν ἐμαυτοῦ προσῆκέ μοι, βέλτιον δὲ ἡγησάμην τούτῳ τὴν ἐξουσίαν καταλιπεῖν, ὁπότε γένοιτο ἀνήρ, εἴτε βουληθείη τὴν παιδίσκην ἀπάγειν, εἴτε διαλύσασθαι πρὸς τοὺς τρέφοντας αὐτὴν χρηματισθεὶς ἢ χαρισάμενος.
因此,虽然由我自己来主张对她的所有权本是适当的,但我认为最好将决定权留给这个孩子,等他成年之后,由他决定是想把这女奴带走,还是与抚养她的人达成和解,无论是通过收取钱财还是施予恩惠。
§11.36.4ἐν δὲ τοῖς μεταξὺ χρόνοις ἐγὼ μὲν εἰς τὰς πολιτικὰς πράξεις ἐγκυλισθεὶς οὐδὲν ἔτι τῶν Κλαυδίου πραγμάτων εἶχον ἐν φροντίδι.
然而在此期间,由于我投身于国家事务,便不再把克劳狄乌斯的事务放在心上。
τούτῳ δʼ, ὡς ἔοικε, τὸν ἴδιον ἐξετάζοντι βίον καὶ περὶ τῆς παιδίσκης ἡ μήνυσις ἀπεδόθη καθάπερ ἐμοὶ πρότερον, καὶ οὐδὲν ἄδικον ἀξιοῖ τὴν ἐκ τῆς ἑαυτοῦ θεραπαίνης γεγονυῖαν ἀπάγειν βουλόμενος.
但对于他来说,似乎是在核查自己的家产时,得知了关于这少女的线索,正如先前传达给我的一样;他希望带走自己女奴所生的孩子,这并没有任何不公。
§11.36.5εἰ μὲν οὖν ἀλλήλους ἔπεισαν αὐτοί, καλῶς ἂν εἶχεν· ἐπεὶ δʼ εἰς ἀμφισβήτησιν ἦλθε τὸ πρᾶγμα, μαρτυρῶ τʼ αὐτῷ ταῦτα καὶ κρίνω εἶναι τοῦτον τῆς παιδίσκης κύριον.
因此,如果他们自己能达成和解,那自然很好;但既然此事已陷入争议,我不仅为他作此证明,而且判决他是这少女的合法主人。 ”

词汇与语法注释

  1. 11.36.1τῶν ὑπʼ αὐτοῦ λεχθησομένων — 未来被动分词 λεχθησομένων(中性复数属格,作名词性用法),意为“将由他所说的事情”。介词短语 ὑπʼ αὐτοῦ 表示被动动作的发出者。
  2. 11.36.3ἐφάπτεσθαι μὲν οὖν ἐμαυτοῦ προσῆκέ μοι — 反身代词属格 ἐμαυτοῦ 用作 ἐφάπτεσθαι(主张对奴隶的所有权)的宾语,意为“作为我自己的财产来主张(对少女的)所有权”。该不定式短语构成了无人称动词 προσῆκε(……本是适当的)的实际主语。
  3. 11.36.5εἰ μὲν οὖν ἀλλήλους ἔπεισαν αὐτοί, καλῶς ἂν εἶχεν — 这是一个与事实相反的条件句(虚拟语气),条件从句使用 εἰ 加上不定过去时直陈语气(ἔπεισαν),主句使用 ἄν 加上未完成过去时直陈语气(εἶχεν)。意为“如果他们自己达成了和解,那本是很好的(但实际上并没有)”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §11.36.1-11.36.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:11.36.1-11.36.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。