Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §11.31.1-11.31.5

阿庇乌斯的移交决定与伊基利乌斯的抗议

第 831 段,共 962 段 · 希腊语

内容简介

阿庇乌斯表面上声称遵守法律,却以父亲不在场为由,决定在提供保证人的条件下将少女交付给克劳狄乌斯。伊基利乌斯对此判决表示强烈抗议,并声明愿以生命为代价保护少女。

§11.31.1τοιαῦτα τοῦ Νομιτωρίου λέξαντος καὶ τοῦ περιεστηκότος ὄχλου μεγάλῃ βοῇ διασημήναντος, ὡς δίκαια ἀξιοῖ, μικρὸν ἐπισχὼν χρόνον Ἄππιος· ἐγὼ τὸν μὲν νόμον, εἶπεν, οὐκ ἀγνοῶ τὸν ὑπὲρ τῆς διεγγυήσεως τῶν εἰς δουλείαν ἀγομένων κείμενον, ὃς οὐκ ἐᾷ παρὰ τοῖς ἀφαιρουμένοις εἶναι τὸ σῶμα μέχρι δίκης, οὐδὲ καταλύσαιμι ἂν ὃν αὐτὸς ἔγραψα ἑκών·
在奴米托里亚斯说完这些话,且围观的群众用大声喧哗表示他的要求是正当的之后,阿庇乌斯稍作停留,说道:“我并非不知道关于被带向奴役之人的保释所制定的那条法律,该法律不允许在审判前将人身置于剥夺其自由之人的手中,我也不愿主动废除我自己亲手撰写的法律。
ἐκεῖνο μέντοι δίκαιον ἡγοῦμαι, δυεῖν ὄντων τῶν ἀντιποιουμένων, κυρίου καὶ πατρός, εἰ μὲν ἀμφότεροι παρῆσαν, τὸν πατέρα κρατεῖν τοῦ σώματος μέχρι δίκης.
然而,我认为这样才是公正的:在有两个主张者(即所有主和父亲)的情况下,如果双方都在场,父亲应该在审判前保留其人身。
§11.31.2ἐπεὶ δʼ ἐκεῖνος ἄπεστι, τὸν κύριον ἀπαγαγεῖν ἐγγυητὰς ἀξιοχρέους δόντα καταστήσειν ἐπὶ τὴν ἀρχήν, ὅταν ὁ πατὴρ αὐτῆς παραγένηται.
但既然父亲不在场,所有主在提供了有偿付能力的保证人、保证在她的父亲到来时将她带到官署面前之后,将她领走是公正的。
περὶ δὲ τῶν ἐγγυητῶν καὶ τοῦ τιμήματος καὶ τοῦ μηδὲν ὑμᾶς ἐλαττωθῆναι περὶ τὴν δίκην, πολλὴν ποιήσομαι πρόνοιαν, ὦ Νομιτώριε.
奴米托里亚斯啊,关于保证人、保证金以及确保你们在诉讼中不致处于不利地位,我会予以充分的考虑。
§11.31.3νῦν δὲ παράδος τὴν κόρην.
但现在,把少女交出来吧。
τοῦτο τὸ τέλος ἐξενέγκαντος Ἀππίου πολὺς μὲν ὀδυρμὸς ὑπὸ τῆς παρθένου καὶ τῶν περὶ αὐτὴν γυναικῶν ἐγίνετο καὶ κοπετός, πολλὴ δὲ κραυγὴ καὶ ἀγανάκτησις ἐκ τοῦ περιεστηκότος ὄχλου τὸ βῆμα.
”阿庇乌斯宣布了这一最终决定后,少女和她身旁的妇女们发出了极大的哀悼和捶胸顿足之声,围在审判台四周的群众也发出了极大的呼喊和愤慨。
ὁ δὲ μέλλων ἄγεσθαι τὴν κόρην Ἰκίλιος ἐμφύεταί τε αὐτῆς καί φησιν· οὐκ ἐμοῦ γε ζῶντος, Ἄππιε, ταύτην ἀπάξεταί τις.
那即将迎娶少女的伊基利乌斯紧紧抱住她,说道:“阿庇乌斯啊,只要我还活着,谁也别想把她带走。
§11.31.4ἀλλʼ εἴ σοι δέδοκται τοὺς νόμους καταλύειν, τὰ δὲ δίκαια συγχεῖν καὶ τὴν ἐλευθερίαν ἡμῶν ἀφαιρεῖσθαι, μηκέτι τὴν ὀνειδιζομένην ὑμῖν ἀρνοῦ τυραννίδα, ἀλλὰ τὸν ἐμὸν ἀποκόψας τράχηλον ταύτην τε ἀπαγαγεῖν, ὅπου σοι δοκεῖ, καὶ τὰς ἄλλας παρθένους καὶ γυναῖκας, ἵνα δὴ μάθωσιν ἤδη ποτὲ Ῥωμαῖοι δοῦλοι γεγονότες ἀντʼ ἐλευθέρων, καὶ μηδὲν ἔτι μεῖζον φρονῶσι τῆς τύχης.
但如果你已下定决心废除法律、混淆正义并剥夺我们的自由,就不要再否认你们所遭受指责的僭主统治了,而是在砍断我的脖子后,把她以及其他少女和妇女们带到你喜欢去的地方吧。 这样罗马人终于能认识到他们已经从自由人变成了奴隶,并再也不会抱有任何超越自身境遇的傲慢想法了。
§11.31.5τί οὖν ἔτι μέλλεις, ἀλλʼ οὐ τοὐμὸν ἐκχεῖς αἷμα πρὸ τοῦ βήματος ἐν τοῖς ἁπάντων ὀφθαλμοῖς;
那么你为什么还要拖延,而不当着众人的面,在审判台前洒下我的鲜血呢?
ἴσθι μέντοι σαφῶς, ὅτι ἤτοι μεγάλων κακῶν ἄρξει Ῥωμαίοις ὁ θάνατος οὑμὸς ἢ μεγάλων ἀγαθῶν.
但你要清清楚楚地知道,我的死要么会成为罗马人巨大灾祸的开端,要么会成为巨大福祉的开端。 ”

词汇与语法注释

  1. 11.31.1δυεῖν ὄντων τῶν ἀντιποιουμένων — 属格独立分词结构,随后的名词短语 κυρίου καὶ πατρός(所有主与父亲)作为同位语与其相连。
  2. 11.31.1εἰ μὲν ἀμφότεροι παρῆσαν — 使用直陈式未完成过去时 παρῆσαν 的虚拟条件句(与事实相反的假设),反映了父亲此时不在场的现实。其主句由依赖于 ἡγοῦμαι 的带对格的不定式短语 τὸν πατέρα κρατεῖν 表达。
  3. 11.31.2τὸν κύριον ἀπαγαγεῖν — 不定式 ἀπαγαγεῖν 延续了前句的句式,依赖于省略或承前理解的 ἐκεῖνο δίκαιον ἡγοῦμαι(我认为……是公正的),其主格对格为 τὸν κύριον。
  4. 11.31.4ἀπαγαγεῖν — 用作命令语气的物主不定式(命令性不定式)。在以 ἀλλʼ εἴ σοι δέδοκται 开始的条件句的主句中,它与命令式 ἀρνοῦ 并列,表达强烈的命令或让步(“带走吧!”)。
  5. 11.31.4δοῦλοι γεγονότες — 依赖于动词 μάθωσιν 的补充分词,表达他们应当认识到的事实(“认识到他们已经变成了奴隶”)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §11.31.1-11.31.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:11.31.1-11.31.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。