§11.30.1τοιαῦτʼ εἰπόντος Κλαυδίου καὶ πολλὴν προσθέντος δέησιν ὑπὲρ τοῦ μηδὲν ἐλαττωθῆναι τῶν ἀντιδίκων, ὅτι πελάτης ἦν καὶ ταπεινός, παραλαβὼν τὸν λόγον ὁ τῆς κόρης θεῖος ὀλίγα καὶ αὐτὰ τὰ πρὸς τὸν ἄρχοντα εἰρῆσθαι προσήκοντα εἶπε·
在克劳狄乌斯说完这些话并附加了极大的恳求,希望由于自己是个卑微的保护民,他的对手们不会占任何便宜之后,那少女的舅舅接过了话茬,说了几句适合对执政官说的话。
πατέρα μὲν οὖν εἶναι τῆς κόρης λέγων Οὐεργίνιον ἐκ τῶν δημοτικῶν, ὃν ἀποδημεῖν στρατευόμενον ὑπὲρ τῆς πόλεως· μητέρα δὲ γενέσθαι Νομιτωρίαν τὴν ἀδελφὴν τὴν ἑαυτοῦ, σώφρονα καὶ ἀγαθὴν γυναῖκα, ἣν οὐ πολλοῖς πρότερον ἐνιαυτοῖς ἀποθανεῖν· τραφεῖσαν δὲ τὴν παρθένον, ὡς ἐλευθέρᾳ καὶ ἀστῇ προσῆκεν, ἁρμοσθῆναι κατὰ νόμον Ἰκιλίῳ, καὶ τέλος ἂν ἐσχηκέναι τὸν γάμον, §11.30.2εἰ μὴ θᾶττον ὁ πρὸς Αἰκανοὺς ἀνέστη πόλεμος.
即,他说少女的父亲是平民出身的维尔吉尼乌斯,他因替城邦服兵役而不在家;母亲则是他自己的姐妹奴米托里亚,一个贞洁而优秀的女人,在不多年以前去世了;而这少女像一个自由的公民女子那样被抚养长大,根据法律与伊基利乌斯订了婚,且婚礼本该已经完成,如果与埃奎人的战争没有更早爆发的话。
ἐν δὲ τοῖς μεταξὺ χρόνοις οὐκ ἐλαττόνων ἢ πεντεκαίδεκα διεληλυθότων ἐτῶν οὐδὲν τοιοῦτον ἐπιχειρήσαντα πρὸς αὐτοὺς εἰπεῖν Κλαύδιον, ἐπειδὴ γάμων ἡ παῖς ἔσχεν ὥραν καὶ διαφέρειν δοκεῖ τὴν ὄψιν, ἐρῶντα ἥκειν ἀναίσχυντον συκοφάντημα πλάσαντα, οὐκ ἀπὸ τῆς ἑαυτοῦ γνώμης, ἀλλὰ κατεσκευασμένον ὑπʼ ἀνδρὸς ἁπάσαις οἰομένου δεῖν ταῖς ἐπιθυμίαις ἐκ παντὸς τρόπου χαρίζεσθαι.
然而,在中间过去的不少于十五年的时间里,克劳狄乌斯从未企图对他们说出任何此类的话,但现在少女到了婚嫁之年,且容貌显得非凡,他便因恋爱而编造了无耻的诬告前来说事,这并不是出自他自己的主意,而是由一个认为必须以一切方式放纵自己所有欲望的人所指使的。
§11.30.3τὴν μὲν οὖν δίκην αὐτὸν ἔφη τὸν πατέρα περὶ τῆς θυγατρὸς ἀπολογήσεσθαι παραγενόμενον ἀπὸ τῆς στρατιᾶς· τὴν δὲ τοῦ σώματος ἀντιποίησιν, ἣν ἔδει γενέσθαι κατὰ τοὺς νόμους, αὐτὸς ποιεῖσθαι θεῖος ὢν τῆς κόρης καὶ τὰ δίκαια ὑπέχειν, οὐδὲν ἀξιῶν οὔτε ξένον οὔτε ὃ μὴ καὶ τοῖς ἄλλοις ἀποδίδοται Ῥωμαίοις δίκαιον, εἰ καὶ μὴ πᾶσιν ἀνθρώποις, σώματος εἰς δουλείαν ἐξ ἐλευθερίας ἀγομένου μὴ τὸν ἀφαιρούμενον τὴν ἐλευθερίαν, ἀλλὰ τὸν φυλάττοντα κύριον εἶναι μέχρι δίκης.
因此,他说父亲本人从军队回来后会亲自为女儿的诉讼辩护;而他自己作为少女的舅舅,则根据法律提出人身保释的要求,并愿意承担法律审判,他所要求的没有任何奇特之处,也不是其他罗马人未被赋予的正义(即使不说是对所有人类而言),即当一个人身从自由状态被带向奴役时,不是剥夺其自由的人,而是维护其自由的人在审判前作为其监护者。
§11.30.4ἔφη τε διὰ πολλὰς αἰτίας προσήκειν τῷ Ἀππίῳ φυλάττειν τοῦτο τὸ δίκαιον· πρῶτον μὲν ὅτι τὸν νόμον τοῦτον ἅμα τοῖς ἄλλοις ἐν ταῖς δώδεκα δέλτοις ἀνέγραψεν· ἔπειθʼ ὅτι τῆς δεκαδαρχίας ἡγεμών· πρὸς δὲ τούτοις ὅτι μετὰ τῆς ὑπατικῆς ἐξουσίας καὶ τὴν δημαρχίαν προσειλήφει, ἧς εἶναι κράτιστον ἔργον τοῖς ἀσθενέσι καὶ ἐρήμοις τῶν πολιτῶν βοηθεῖν.
他还说,由于许多原因,阿庇乌斯应该维护这一正义:首先是因为他将这条法律与其他法律一起写入了十二铜表法;其次是因为他是十人委员会的领袖;此外还因为他在拥有执政官权力的同时,也承担了护民官的职责,而护民官最强有力的工作就是帮助公民中弱小和无依无靠的人。
§11.30.5ἠξίου τε τὴν καταπεφευγυῖαν ἐπʼ αὐτὸν ἐλεῆσαι παρθένον, μητρὸς μὲν ὀρφανὴν οὖσαν ἔτι πάλαι, πατρὸς δʼ ἔρημον ἐν τῷ τότε χρόνῳ, κινδυνεύουσαν οὐ χρημάτων ἀποστερηθῆναι προγονικῶν, ἀλλὰ καὶ ἀνδρὸς καὶ πατρίδος καὶ ὃ πάντων μέγιστον εἶναι δοκεῖ τῶν ἀνθρωπίνων ἀγαθῶν, τῆς τοῦ σώματος ἐλευθερίας.
他要求同情这个投奔他求助的少女,她很久以前就失去了母亲成为孤儿,而当时又没有父亲在身边,她面临的危险不是被剥夺祖传的财产,而是同时失去丈夫、祖国以及在人类所有福祉中被认为最伟大的东西——人身自由。
ἀνακλαυσάμενος δὲ τὴν ὕβριν, εἰς ἣν ἔμελλεν ἡ παῖς παραδοθήσεσθαι, καὶ πολὺν ἐκ τῶν παρόντων κινήσας ἔλεον περὶ τοῦ χρόνου τῆς δίκης ἔφη τελευτῶν· §11.30.6ἐπειδὴ ταχεῖαν αὐτῆς βούλεται γενέσθαι τὴν κρίσιν Κλαύδιος, ὁ μηδὲν ἠδικῆσθαι φάμενος ἐν τοῖς πεντεκαίδεκα ἔτεσιν, ἕτερος μὲν ἄν τις ὑπὲρ τηλικούτων ἀγωνιζόμενος δεινὰ πάσχειν ἔλεξε καὶ ἠγανάκτει κατὰ τὸ εἰκός, ὅταν εἰρήνη γένηται καὶ πάντες ἔλθωσιν οἱ νῦν ὄντες ἐπὶ στρατοπέδου, τότε τὴν δίκην ἀξιῶν ἀπολογεῖσθαι, ὅτε καὶ μαρτύρων εὐπορία καὶ φίλων καὶ δικαστῶν ἀμφοτέροις ἔσται τοῖς δικαζομένοις, πολιτικὰ καὶ μέτρια πράγματα προφέρων καὶ τῇ Ῥωμαίων συνήθη πολιτείᾳ·
在流泪控诉了少女即将被交付的屈辱,并引起了在场人们的极大同情之后,他最后就审判的时间说道: “既然自称在这十五年里没有受到任何不公对待的克劳狄乌斯希望对此事迅速做出判决,如果是其他任何人在为如此重大的事情争夺,都会诉说自己正在遭受可怕的对待并理所当然地感到愤慨,要求在和平降临、现在在营地里的所有人全部回来时再进行诉讼辩护,因为届时诉讼双方都会有充足的证人、朋友和法官,从而提出符合公民身份、温和且符合罗马人政体习惯的方案。
§11.30.7ἡμεῖς δʼ, ἔφη, λόγων οὐδὲν δεόμεθα οὔτʼ εἰρήνης οὔτʼ ὄχλου φίλων καὶ δικαστῶν οὔτʼ εἰς τοὺς δικασίμους χρόνους τὸ πρᾶγμα ἀναβαλλόμεθα, ἀλλὰ καὶ ἐν πολέμῳ καὶ ἐν σπάνει φίλων καὶ οὐκ ἐν ἴσοις δικασταῖς καὶ παραχρῆμα ὑπομένομεν ἀπολογεῖσθαι, τοσοῦτον αἰτησάμενοι παρὰ σοῦ χρόνον, Ἄππιε, ὅσος ἱκανὸς ἔσται τῷ πατρὶ τῆς κόρης ἀπὸ στρατοπέδου παραγενηθέντι τὰς ἰδίας ἀποδύρασθαι τύχας, καὶ διʼ ἑαυτοῦ τὴν δίκην ἀπολογήσασθαι.
但我们,”他说,“既不需要言语,也不需要和平,不需要大批的朋友和法官,也不把事情推迟到法定的审判时期,而是在战争中、在缺乏朋友的情况下、甚至在不公平的法官面前,我们也立即承受辩护,阿庇乌斯,我们只向您请求这么多的时间,即足够让少女的父亲从营地赶来,哀悼他自己的命运,并亲自进行诉讼辩护的时间。 ”