Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §11.29.1-11.29.4

马尔库斯·克劳狄乌斯主张所有权

第 829 段,共 962 段 · 希腊语

内容简介

马尔库斯·克劳狄乌斯在阿庇乌斯面前辩称,该少女是他女奴的女儿,曾被维尔吉尼乌斯的妻子冒充抚养,并根据法律要求领回她。

§11.29.1σιωπῆς δὲ γενομένης Μάρκος Κλαύδιος ὁ τῆς παιδὸς ἐπιλαβόμενος τοιοῦτον διεξῆλθε λόγον· οὐδὲν οὔτε προπετὲς οὔτε βίαιον πέπρακταί μοι περὶ τὴν κόρην, Ἄππιε Κλαύδιε· κύριος δʼ αὐτῆς ὢν κατὰ τοὺς νόμους ἄγω.
待到一片安静之后,那抓住少女的马尔库斯·克劳狄乌斯发表了如下谈话:“阿庇乌斯·克劳狄乌斯啊,我对这少女没有做出任何轻率或暴力的举动;我是根据法律作为她的主人而带她走的。
ὃν δὲ τρόπον ἐστὶν ἐμή, μάθε.
至于她是如何属于我的,请听我道来。
§11.29.2μοι θεράπαινα πατρικὴ πολλοὺς πάνυ δουλεύουσα χρόνους.
我有一位从父亲那继承来的女奴,服侍了极长的时间。
ταύτην κύουσαν ἡ Οὐεργινίου γυνὴ συνήθη καὶ εἰσοδίαν οὖσαν ἔπεισεν ἐὰν τέκῃ, δοῦναι τὸ παιδίον αὐτῇ.
当她怀孕时,维尔吉尼乌斯的妻子因为与她熟识且经常来往,便说服她如果生产,就将孩子送给自己。
κἀκείνη φυλάττουσα τὰς ὑποσχέσεις γενομένης αὐτῇ ταύτης τῆς θυγατρὸς πρὸς μὲν ἡμᾶς ἐσκήψατο νεκρὸν τεκεῖν, τῇ δὲ Νομιτωρίᾳ δίδωσι τὸ παιδίον· ἡ δὲ λαβοῦσα ὑποβάλλεται καὶ τρέφει παίδων οὔτʼ ἀρρένων οὔτε θηλειῶν οὖσα μήτηρ.
而那女奴守信用,在这女儿出生时,对我们谎称生下了死胎,却将孩子交给了奴米托里亚;后者接过去后,便冒充为自己的孩子抚养,因为她自己既不是男孩也不是女孩的母亲。
§11.29.3πρότερον οὖν ἐλάνθανέ με ταῦτα, νῦν δὲ διὰ μηνύσεως ἐπιγνοὺς καὶ μάρτυρας ἔχων πολλοὺς καὶ ἀγαθοὺς καὶ τὴν θεράπαιναν ἐξητακὼς ἐπὶ τὸν κοινὸν ἁπάντων καταφεύγω νόμον, ὃς οὐ τῶν ὑποβαλλομένων, ἀλλὰ τῶν μητέρων εἶναι τὰ ἔκγονα δικαιοῖ, ἐλευθέρων μὲν οὐσῶν ἐλεύθερα, δούλων δὲ δοῦλα, τοὺς αὐτοὺς ἔχοντα κυρίους,
以前我对这些事毫不知情,但如今通过告发得知了真相,并且拥有许多可靠的证人,也审问了那女奴,因此我要求诉诸众人通行的法律。
§11.29.4οὓς ἂν καὶ αἱ μητέρες αὐτῶν ἔχωσι.
该法律规定,后代不属于冒充者,而属于母亲——若母亲自由则孩子自由,若母亲为奴则孩子为奴,并且孩子拥有相同的掌管者,即他们的母亲所拥有的那些主人。
κατὰ τοῦτον τὸν νόμον ἀξιῶ τὴν θυγατέρα τῆς ἐμῆς θεραπαίνης ἄγειν καὶ δίκας ὑπέχειν βουλόμενος, ἐὰν ἀντιποιῆταί τις ἐγγυητὰς καθιστὰς ἀξιοχρέους ἄξειν αὐτὴν ἐπὶ τὴν δίκην· εἰ δὲ ταχεῖαν βούλεταί τις γενέσθαι τὴν διάγνωσιν, ἕτοιμος ἐπὶ σοῦ λέγειν τὴν δίκην αὐτίκα μάλα, καὶ μὴ διεγγυᾶν τὸ σῶμα μηδʼ ἀναβολὰς τῷ πράγματι προσάγειν·
根据这项法律,我要求带走我女奴的女儿,并且如果有人提出异议,我愿意通过提供有足够能力的担保人来确保带她参与诉讼,从而承担法律审判;但如果有人希望迅速做出判决,我准备立刻在您面前进行诉讼辩论,既不保释其人身,也不拖延此事。
ὁποτέραν δʼ ἂν οὗτοι βουληθῶσι τῶν αἱρέσεων, ἑλέσθωσαν.
在这两项选择中,无论他们希望哪一个,就让他们选择哪一个吧。 ”

词汇与语法注释

  1. §11.29.2ὑποβάλλεται — 动词 ὑποβάλλω 的中动态,在此意为“(将他人的孩子)冒充为自己的亲生子抚养”或“掉包”。这是古希腊和罗马法律及喜剧等背景中的一个专业术语,指不孕的妻子瞒着丈夫将他人的婴儿冒充为自己所生的行为(ὑποβολή)。
  2. §11.29.3ἐλάνθανέ με ταῦτα — 动词 λανθάνω 伴随无生命主语(ταῦτα)和人称对格(με),表示“这些事情未被我注意到”(即“我以前不知道这些事”)。这通常是伴随分词表示“不为人知地做某事”句型的变体,其中对格词语作为认知的主体。
  3. §11.29.4διεγγυᾶν τὸ σῶμα — 意为“将人身(σῶμα)交给担保人(保释)”的法律惯用语。在诉讼期间,指对身份不明的个人,通过提供担保人来暂时解除其人身拘留。在此,该词组用以表明发言者准备立即进行判决,而不采用这种拖延程序的态度。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §11.29.1-11.29.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:11.29.1-11.29.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。