§11.28.1τὸ δʼ ἐν Ἀλγιδῷ τῆς Αἰκανῶν χώρας καθιδρυμένον καὶ τὸ ἐν τῇ πόλει πλῆθος ἅπαν διὰ ταύτας ἐξεπολεμώθη τὰς αἰτίας πρὸς αὐτούς.
驻扎在埃奎人领地阿尔吉杜斯的军队以及城内的全体民众,因这些原因而对他们产生了敌意。
ἀνὴρ ἐκ τῶν δημοτικῶν, Λεύκιος Οὐεργίνιος, οὐδενὸς χείρων τὰ πολεμικά, λόχου τινὸς ἡγεμονίαν ἔχων ἐν τοῖς πέντε τάγμασιν ἐτάχθη τοῖς ἐπʼ Αἰκανοὺς στρατευσαμένοις.
一位平民出身、在军事上不亚于任何人的男子卢基乌斯·维尔吉尼乌斯,担任着一个百人队的指挥官,被部署在出征埃奎人的五个军团之中。
§11.28.2τούτῳ θυγάτηρ ἔτυχεν οὖσα καλλίστη τῶν ἐν Ῥώμῃ παρθένων τὸ πατρῷον ὄνομα φέρουσα, ἣν ἐνεγγυήσατο Λεύκιος εἷς ἐκ τῶν δεδημαρχηκότων υἱὸς Ἰκιλίου τοῦ πρώτου τε καταστησαμένου τὴν δημαρχιἔστι §11.28.3κὴν ἐξουσίαν καὶ πρώτου λαβόντος.
他恰好有一个女儿,是罗马处女中最美丽的,随父亲的名字命名,曾任护民官之一、且是最初确立护民官权力并首先获得该职位的伊基利乌斯之子卢基乌斯与她定下了婚约。
ταύτην τὴν κόρην ἐπίγαμον οὖσαν ἤδη θεασάμενος Ἄππιος Κλαύδιος ὁ τῆς δεκαδαρχίας ἡγεμὼν ἀναγινώσκουσαν ἐν γραμματιστοῦ—ἦν δὲ τὰ διδασκαλεῖα τότε τῶν παίδων περὶ τὴν ἀγοράν—εὐθύς τε ὑπὸ τοῦ κάλλους τῆς παιδὸς ἑάλω καὶ ἔτι μᾶλλον ἔξω τῶν φρενῶν ἐγένετο πολλάκις ἀναγκαζόμενος παριέναι τὸ διδασκαλεῖον ἤδη κρα- §11.28.4τούμενος ὑπὸ τοῦ πάθους.
十人委员会的首领阿庇乌斯·克劳狄乌斯,看到这个已经到了适婚年龄的少女正在识字教师那里读书——当时孩子们的学校就在广场周围——他立刻被这孩子的显赫美丽所俘获,并且在已经被激情支配的情况下,因常常不得不路过那所学校而变得更加丧失理智。
ὡς δʼ οὐκ ἠδύνατο πρὸς γάμον αὐτὴν λαβεῖν ἐκείνην τε ὁρῶν ἐγγεγυημένην ἑτέρῳ καὶ αὐτὸς ἔχων γυναῖκα γαμετήν, καὶ ἅμα οὐδʼ ἀξιῶν ἐκ δημοτικοῦ γένους ἁρμόσασθαι γάμον, διʼ ὑπεροψίαν τῆς τύχης καὶ παρὰ τὸν νόμον, ὃν αὐτὸς ἐν ταῖς δώδεκα δέλτοις ἀνέγραψε, τὸ μὲν πρῶτον ἐπειράθη διαφθεῖραι χρήμασι τὴν κόρην, καὶ προσέπεμπέ τινας ἀεὶ πρὸς τὰς τροφοὺς αὐτῆς γυναῖκας— ἦν γὰρ ὀρφανὴ μητρὸς ἡ παῖς—διδούς τε πολλὰ καὶ ἔτι πλείονα τῶν διδομένων ὑπισχνούμενος.
然而,由于他无法娶她为妻——他看到她已与他人订婚,且他自己也已有明媒正娶的妻子,同时,出于对她境遇的轻视,并违反了他自己亲自写在十二铜表法上的法律,他不屑于娶平民家庭出身的女子——因此他起初企图用金钱勾引这个少女。 他不断派人去见她的乳母们——因为这孩子没有母亲——赠送许多财物,并承诺给予比已给出的更多的东西。
παρηγγέλλετο δὲ τοῖς πειρωμένοις τὰς τροφοὺς μὴ λέγειν, τίς ὁ τῆς κόρης ἐστὶν ἐρῶν, ἀλλʼ ὅτι τῶν δυναμένων τις εὖ ποιεῖν οὓς βουληθείη καὶ κακῶς.
那些试图说服乳母的人被叮嘱不要说出爱慕少女的人是谁,而只说他是那些有权势、能对自己意欲之人施予恩惠或加害的人之一。
§11.28.5ὡς δʼ οὐκ ἔπειθον αὐτάς, ἀλλὰ καὶ φυλακῆς ἑώρα τὴν κόρην κρείττονος ἢ πρότερον ἀξιουμένην, φλεγόμενος ὑπὸ τοῦ πάθους τὴν ἰταμωτέραν ἔγνω βαδίζειν ὁδόν.
然而,由于他们无法说服她们,而且他看到这少女受到了比以前更严密的看护,被激情灼烧的他决定采取更加蛮横的手段。
μεταπεμψάμενος δή τινα τῶν ἑαυτοῦ πελατῶν, Μάρκον Κλαύδιον, ἄνδρα τολμηρὸν καὶ πρὸς πᾶσαν ὑπηρεσίαν ἕτοιμον, τό τε πάθος αὐτῷ διηγεῖται καὶ διδάξας, ὅσα ποιεῖν αὐτὸν ἐβούλετο καὶ λέγειν, ἀποστέλλει συχνοὺς §11.28.6τῶν ἀναιδεστάτων ἐπαγόμενον.
他召来自己的一位门客马尔库斯·克劳狄乌斯,一个胆大妄为、乐于效劳任何差事的人,向他诉说了自己的激情,并指示了他想让他做和说的一切,然后派他前去,让他带上许多最无耻的人。
ὁ δὲ παραγενόμενος ἐπὶ τὸ διδασκαλεῖον ἐπιλαμβάνεται τῆς παρθένου καὶ φανερῶς ἄγειν ἐβούλετο διʼ ἀγορᾶς.
那人来到学校,抓住处女,企图公然带她穿过广场。
κραυγῆς δὲ γενομένης καὶ πολλοῦ συνδραμόντος ὄχλου κωλυόμενος ὅποι προῃρεῖτο τὴν κόρην ἄγειν ἐπὶ τὴν ἀρχὴν παραγίνεται.
但由于人们发出呼喊,大批群众聚集过来,他被阻止将少女带往他意图去的地方,于是来到了官署前。
ἐκάθητο δʼ ἐπὶ τοῦ βήματος τηνικαῦτα μόνος Ἄππιος χρηματίζων τε καὶ δικάζων τοῖς δεομένοις.
当时阿庇乌斯正独自坐在审判席上,为有需要的人处理事务并进行审判。
βουλομένου δʼ αὐτοῦ λέγειν κραυγή τε καὶ ἀγανάκτησις ἦν ἐκ τοῦ περιεστῶτος ὄχλου, πάντων ἀξιούντων περιμένειν, ἕως ἔλθωσιν οἱ συγγενεῖς τῆς κόρης· καὶ ὁ §11.28.7Ἄππιος οὕτως ἐκέλευσε ποιεῖν.
当那人想要说话时,周围聚集的群众中爆发出了呼喊和愤慨,所有人都要求等待,直到少女的亲属到来;阿庇乌斯也下令这样做。
ὡς δʼ ὀλίγος ὁ μεταξὺ χρόνος ἐγεγόνει, καὶ παρῆν ὁ πρὸς μητρὸς θεῖος τῆς παρθένου Πόπλιος Νομιτώριος φίλους τε πολλοὺς ἐπαγόμενος καὶ συγγενεῖς, ἀνὴρ ἐκ τῶν δημοτικῶν ἐμφανής, καὶ μετʼ οὐ πολὺ Λεύκιος, ὁ παρὰ τοῦ πατρὸς ἐνεγγυημένος τὴν κόρην, χεῖρα περὶ αὑτὸν ἔχων νέων δημοτικῶν καρτεράν.
没过多久,少女的母系舅父普布利乌斯·努米托里乌斯便带着许多朋友和亲属赶到,他是平民中的显贵人物;紧接着,由父亲与少女定下婚约的卢基乌斯也到了,他身边围绕着一队强壮的平民青年。
ὡς δὲ τῷ βήματι προσῆλθεν, ἀσθμαίνων ἔτι καὶ μετέωρος τὸ πνεῦμα λέγειν ἠξίου, τίς ἐστιν ὁ τολμήσας ἅψασθαι παιδὸς ἀστῆς καὶ τί βουλόμενος.
当他走到审判席前时,仍然气喘吁吁,呼吸急促,要求知道是谁竟敢触碰一个公民的女儿,又是出于什么目的。