§11.25.1πολλὰ δὲ τοιαῦτα καὶ κατὰ τὴν πόλιν ὑπὸ τῶν περὶ τὸν Ἄππιον ἐγίνετο.
许多类似的事情也由阿庇乌斯及其同伙在城内干得出来。
τῶν μὲν οὖν ἄλλων καίτοι συχνῶν ἀναιρουμένων ἐλάττων τοῖς πλήθεσι λόγος ἦν, ἑνὸς δʼ ἀνδρὸς ἐπιφανεστάτου τῶν δημοτικῶν καὶ πλείστας ἀρετὰς ἐν τοῖς κατὰ πόλεμον ἔργοις ἀποδειξαμένου θάνατος ὠμὸς καὶ ἀνόσιος ἐπιτελεσθεὶς ἐν θατέρῳ τῶν στρατοπέδων, ἔνθα οἱ τρεῖς ἡγεμόνες ἦσαν, ἅπαντας ἑτοίμους ἐποίησε πρὸς τὴν ἀπόστασιν τοὺς ἐκεῖ.
其他人虽然也有许多被杀害,但民众对他们的谈论较少;然而,一个在平民中最显赫、且在战争行动中表现出最多勇武的男子,在三个指挥官驻扎的两个营地之一中,被极其残忍且不敬神明地处死,这一事件使得那里的所有人皆准备起义。
§11.25.2ἦν δʼ ὁ φονευθεὶς Σίκκιος, ὁ τὰς ἑκατὸν εἴκοσι μάχας ἀγωνισάμενος καὶ ἐξ ἁπασῶν ἀριστεῖα λαβών, ὃν ἔφην ἀπολελυμένον ἤδη στρατείας διὰ τὸν χρόνον ἑκούσιον τοῦ πρὸς Αἰκανοὺς συνάρασθαι πολέμου, σπεῖραν ἀνδρῶν ὀκτακοσίων ἐκπεπληρωκότων ἤδη τὰς κατὰ νόμον στρατείας εὐνοίᾳ τῇ πρὸς αὐτὸν ἐπαγόμενον· μεθʼ ὧν ἀποσταλεὶς ὑπὸ θατέρου τῶν ὑπάτων ἐπὶ τὸ στρατόπεδον τῶν πολεμίων εἰς πρόδηλον ὄλεθρον, ὡς πᾶσιν ἐδόκει, τοῦ τε χάρακος ἐκράτησε καὶ τῆς ὁλοσχεροῦς νίκης αἴτιος ἐγένετο τοῖς ὑπάτοις.
被杀害的人是西克乌斯,他曾参加过一百二s十场战斗,并从所有战斗中都获得了武功勋奖。 正如我曾说过的,他因年龄原因本已免除兵役,但为了协助与埃魁人的战争而自愿参战,凭借人们对他的好意而带领了一支由八百名已经服满法定兵役的男子组成的步兵大队;他与这些人一起,被两名执政官之一派往敌人的营地去送死(正如所有人所认为的那样),但他却夺取了敌营,并成为执政官获得彻底胜利的原因。
§11.25.3τοῦτον δὴ τὸν ἄνδρα πολλοὺς ἐν τῇ πόλει διεξιόντα λόγους κατὰ τῶν ἐπὶ στρατοπέδου στρατηγῶν, ὡς ἀνάνδρων τε καὶ ἀπείρων πολέμου, ἐκποδῶν ποιῆσαι σπεύδοντες οἱ περὶ τὸν Ἄππιον εἰς ὁμιλίας προὐκαλοῦντο φιλανθρώπους καὶ συνδιαπορεῖν σφίσιν ἠξίουν ὑπὲρ τῶν ἐπὶ στρατοπέδου, καὶ πῶς ἂν ἐπανορθωθείη τὰ τῶν στρατηγῶν ἁμαρτήματα λέγειν παρεκάλουν, καὶ τελευτῶντες ἔπεισαν ἐξελθεῖν ἐπὶ τὸν ἐν Κρουστομερείᾳ χάρακα αὐτὸν ἐξουσίαν ἔχοντα πρεσβευτικήν.
阿庇乌斯及其同伙急于除掉这个男子,因为他在城内发表了许多针对营地中将领们的言论,指责他们怯懦且无战争经验。 于是,他们邀请他进行友好的谈话,要求他与他们共同商讨营地里的事务,并请他谈谈如何纠正将领们的错误,最后说服他以特使的身份前往克鲁斯托梅里亚的营地。
ἔστι δὲ πάντων ἱερώτατόν τε καὶ τιμιώτατον ὁ πρεσβευτὴς παρὰ Ῥωμαίοις ἐξουσίαν μὲν ἄρχοντος ἔχων καὶ δύναμιν, ἀσυλίαν δὲ καὶ σεβασμὸν ἱερέως.
在罗马人中,特使是所有人中最神圣和最尊贵的,拥有政务官的权力和力量,同时享有祭司的不可侵犯性和崇敬。
§11.25.4ὡς δʼ ἀφίκετο, φιλοφρονουμένων αὐτὸν ἐκεῖ τῶν ἡγεμόνων καὶ δεομένων συστρατηγεῖν μένοντα, καί τινας καὶ δωρεὰς τὰς μὲν διδόντων ἤδη, τὰς δʼ ὑπισχνουμένων, ἐξαπατηθεὶς ὑπʼ ἀνθρώπων πονηρῶν καὶ τῇ γοητείᾳ τῶν λόγων οὐ συνειδὼς ὡς ἐξ ἐπιβουλῆς ἐγίνετο, στρατιωτικὸς ἀνὴρ καὶ τὸν τρόπον ἁπλοῦς τά τʼ ἄλλα ἐπείθετο αὐτοῖς, ὅσα συμφέρειν ὑπελάμβανε, καὶ πρῶτον ἁπάντων παρῄνει μετάγειν τὴν παρεμβολὴν εἰς τὴν πολεμίαν ἐκ τῆς σφετέρας· τάς τε βλάβας διεξιὼν τὰς τότε γινομένας καὶ τὰς ὠφελείας ἐπιλογιζόμενος, ὅσας ἔμελλον ἕξειν μεταστρατοπεδευσάμενοι.
当他到达时,那里的指挥官们对他表示欢迎,并请求他留下来共同指挥,他们有的人已经赠送了一些礼物,有的人则予以承诺。 这个男子被这些恶人及其言语的诱惑所欺骗,没有意识到这出于一场阴谋——他是一个军人,性格朴实,在其他他认为有利的一切事情上都顺从了他们,并且首先建议将营地从自己的领土转移到敌人的领土上,他详细说明了当时正在发生的危害,并估算了他们通过转移营地所能获得的利益。