§11.19.1ὡς δʼ αἱ πλείους γνῶμαι διηγορεύθησαν, καὶ παρὰ πολὺ κρατεῖν ἐδόκουν οἱ τὸν πόλεμον ἐπικυροῦντες τῶν ἑτέρων, τότε Λεύκιον Οὐαλέριον ἐν τοῖς ἐσχάτοις ἐκάλουν, ὃν ἔφην εὐθὺς ἐν ἀρχαῖς βουλόμενόν τι λέγειν κεκωλῦσθαι πρὸς αὐτῶν.
当大多数意见都已发表完,且赞成批准战争的人看来大大压倒了另一方时,他们便在最后召卢基乌斯·瓦莱里乌斯发言。 我曾说过,他在刚开始想发言时遭到了他们的阻拦。
ὁ δὲ ἀναστὰς τοιούτους διεξῆλθε λόγους· §11.19.2τὴν μὲν ἐπιβουλὴν τῶν δέκα ὁρᾶτε, ὦ πατέρες, οἳ κατʼ ἀρχάς τʼ οὐκ ἐπέτρεψάν μοι λέγειν ὅσα προῃρούμην πρὸς ὑμᾶς, καὶ νῦν ἐν τοῖς ὑστάτοις ἀποδεδώκασι λόγον ἐνθυμηθέντες, ὅπερ εἰκός, ὅτι τῇ τε Κλαυδίου γνώμῃ προσθέμενος οὐδὲν ὠφελήσω τὸ κοινὸν ὀλίγων αὐτῇ συνειρηκότων·
他起立发表了如下演说: “元老们啊,你们看十人官的阴谋,他们起初不让我对你们说出我原想说的话,而现在,在最后才把发言权还给我。
ἑτέραν τε γνώμην παρὰ τὰς εἰρημένας αὐτοῖς ἀποφηνάμενος, κἂν τὰ κράτιστα ὑποθῶμαι, διακενῆς ἐρραψῳδηκὼς ἔσομαι.
他们自然是想到了:如果我赞成克劳狄乌斯的意见,由于支持该意见的发言者寥寥无几,我将对公众毫无益处;而如果我发表一个与他们已发表的不同的意见,即使我提出的是最完美的建议,我也只是徒劳无益地空谈了一番。
§11.19.3εὐαρίθμητοι γάρ τινές εἰσιν οἱ μετʼ ἐμὲ ἀναστησόμενοι, οὓς ἐὰν ἅπαντας ὁμογνώμονας λάβω, τί γενήσεταί μοι πλέον οὐδὲ πολλοστὴν ἕξοντι μοῖραν τῶν Κορνηλίῳ συναγορευόντων;
因为在我之后起立发言的人屈指可数,即便我让他们全都合意,对于连支持科尔内利乌斯的人数的极小部分也达不到的我来说,又有什么用呢?
οὐ μὴν ἐγὼ ταῦθʼ ὑφορώμενος ὀκνήσω τὴν ἐμαυτοῦ γνώμην εἰπεῖν.
然而,我绝不因顾虑到这些而迟疑于发表我自己的意见。
ὅταν γὰρ ἀκούσητε πάντων, ἐφʼ ὑμῖν ἔσται τὰ κράτιστα ἑλέσθαι.
因为当你们听完了所有人的发言,选择最完美的方案就将取决于你们。
§11.19.4περὶ μὲν οὖν τῆς δεκαδαρχίας, ὃν τρόπον ἐπιμελεῖται τῶν κοινῶν, ὅσα Κλαύδιος ὁ βέλτιστος εἶπε, καὶ ἐμοὶ νομίσατε εἰρῆσθαι, καὶ ὅτι δεῖ νέας ἀρχὰς ἀποδειχθῆναι, πρὶν ἢ τὸ περὶ τοῦ πολέμου γενέσθαι ψήφισμα·
因此,关于十人统治以及它管理公职的方式,请把优秀的克劳狄乌斯所说的一切,也视同我所说的一样;并且在关于战争的决议通过之前,必须选出新的政务官。
καὶ γὰρ ταῦτα εἴρηται τῷ §11.19.5ἀνδρὶ κατὰ τὸ βέλτιστον.
因为这些也是那位人在最完美的情况下说过的。
ἐπεὶ δὲ Κορνήλιος εἰς τὸ ἀδύνατον ἀπάγειν ἐπειρᾶτο τὴν γνώμην πολλοὺς τοὺς μεταξὺ χρόνους ἀποφαίνων ταῖς πολιτικαῖς οἰκονομίαις γενησομένους ἐν χερσὶν ὄντος τοῦ πολέμου, καὶ χλευάζειν ἐπεχείρει πράγματα οὐκ ἐπιτήδεια χλευασμῶν, οἷς παρακρουσάμενος ὑμᾶς τοὺς πολλοὺς ᾤχετο φέρων, ἐγὼ καὶ περὶ τοῦ μὴ ἀδύνατον εἶναι τὴν Κλαυδίου γνώμην διαλέξομαι πρὸς ὑμᾶς·
但是,由于科尔内利乌斯试图将这一意见归于不可能,他声称在战争迫在眉睫之时,国家治理将耗费许多过渡时间,并且企图嘲笑那些不该被嘲笑的事情,借此蒙蔽了你们大多数人并把你们的利益夺走。 我也将和你们探讨,克劳狄乌斯的意见绝非不可能实现。
ὡς μὲν γὰρ ἀσύμφορος, οὐδὲ τῶν διασυράντων αὐτὴν οὐδεὶς ἐτόλμησεν εἰπεῖν·
因为,甚至在那些诋毁它的人中,也没人敢说它是无益的。
καὶ διδάξω, πῶς ἂν ἥ τε χώρα διʼ ἀσφαλείας γένοιτο, καὶ δίκην δοῖεν οἱ τολμήσαντες αὐτὴν κακῶς ποιεῖν, καὶ τὴν πάτριον ἀπολάβοιμεν ἀριστοκρατίαν, καὶ ταῦθʼ ἅμα γένοιτο συναγωνιζομένων ἁπάντων τῶν ἐν τῇ πόλει καὶ μηδενὸς τἀναντία πράττειν ἀξιοῦντος, σοφίαν οὐδεμίαν ἀποδεικνύμενος ὑμῖν, τὰ δὲ πραχθέντα ὑφʼ ὑμῶν αὐτῶν παραδείγματα φέρων.
而且,我将说明如何让我们的领土获得安全,并让那些敢于侵害它的人受到惩罚,以及我们如何收复祖传的贵族政治,并且这些结果能同时实现——在城邦里的所有人共同奋斗、无人主张采取相反行动的情况下。 我不会向你们炫耀任何小聪明,而会举出由你们自己所做出的实际先例。
ἔνθα γὰρ ἡ πεῖρα διδάσκει τὸ συμφέρον, τί δεῖ στοχασμῶν ἐκεῖ;
因为,既然经验已经昭示了什么是利益,那里又何需推测呢? ”