§11.17.1σκοπεῖτε γὰρ οὑτωσί· προβούλευμα γενήσεται τῆς βουλῆς ὑπὲρ ἀρχαιρεσιῶν, ἔπειτʼ ἐξοίσουσιν οἱ δέκα τὰ βουλευθέντα εἰς τὸν δῆμον ὁρίσαντες ἀγορὰν τὴν ἀπὸ ταύτης τρίτην.
因为你们不妨这样考虑:首先元老院会通过一项关于选举的预决议,然后十人官会将决议内容呈报给公民大会,并将从今天算起的第三个集市日定为期限。
πῶς γὰρ ἂν ἀληθῶς γένοιτό τι τῶν ὑπὸ τοῦ δήμου ψηφιζομένων κύριον, ἐὰν μὴ κατὰ νόμους γένηται;
因为,如果不是依照法律进行,公民大会所表决的任何决议又怎能真正具有效力呢?
ἔπειθʼ ὅταν αἱ φυλαὶ διενέγκωσι τὴν ψῆφον, τότε αἱ νέαι % παραιτοῦνται τὴν πόλιν ἀρχαὶ §11.17.2καὶ προθήσουσιν ὑμῖν ὑπὲρ πολέμου σκοπεῖν.
然后,当各部落完成投票时,那时新的 % 政务官们将会接管城市,并且他们会向你们提出关于战争的审议。
ἐν δὲ τοῖς μεταξὺ τῶν ἀρχαιρεσιῶν χρόνοις τοσούτοις οὖσιν, ἐὰν ἐπὶ τὴν πόλιν ἡμῶν ἔλθωσιν οἱ πολέμιοι καὶ προσαγάγωσι τοῖς τείχεσι, τί ποιήσομεν, Κλαύδιε;
然而,在选举之前的这段漫长的中间时期,如果敌人向我们的城市袭来,并逼近城墙,克劳狄乌斯啊,我们该怎么办?
ἐροῦμεν αὐτοῖς νὴ Δία· μείναθʼ, ἕως ἂν ἀποδείξωμεν ἑτέρας ἀρχάς.
难道我们要对他们说,奉宙斯之名:“请等一等,直到我们任命了其他的政务官。
Κλαύδιος γὰρ ἡμᾶς ἔπεισε περὶ μηδενὸς ἄλλου πράγματος μήτε προβουλεύειν μήτʼ εἰς τὸν δῆμον ἐκφέρειν μήτε δυνάμεις καταγράφειν, ἐὰν μὴ τὰ περὶ §11.17.3τὰς ἀρχὰς καταστήσωμεν ὡς βουλόμεθα.
因为克劳狄乌斯说服了我们,除非我们按照我们的心愿确立关于官职的事宜,否则对任何其他事情既不进行预决议,也不呈报给公民大会,更不征召军队”吗?
ἄπιτʼ οὖν, καὶ ὅταν ἀκούσητε ὑπάτους καὶ τὰς ἄλλας ἀρχὰς ἀποδειχθείσας ὑπὸ τῆς πόλεως καὶ τὰ πρὸς τὸν ἀγῶνα πάντα γεγονότα ἡμῖν εὐτρεπῆ, τόθʼ ἥκετε περὶ διαλλαγῶν ποιησόμενοι τοὺς λόγους, ἐπειδὴ κακῶς ἤρξασθε ἡμᾶς ποιεῖν οὐδὲν προπεπονθότες ὑφʼ ἡμῶν· καὶ ὅσα ἡμᾶς ἐβλάψατε κατὰ τὰς ἐμβολὰς εἰς χρημάτων λόγον, §11.17.4ἅπαντα ἐκ τοῦ δικαίου διαλύσατε.
“因此,你们回去吧。 等你们听说城邦已经任命了执政官和其他政务官,而且我们这边为战斗做好了一切准备,那时再来商讨和谈。 因为你们在没有受到我们任何先期伤害的情况下,便开始伤害我们;至于你们在入侵期间给我们造成的全部经济损失,请全部按照正义进行赔偿。
τὸν δὲ τῶν γεωργῶν ὄλεθρον οὐχ ὑπολογιούμεθα ὑμῖν, οὐδʼ εἴ τινα γύναια ἐλεύθερα ὕβρεως καὶ παροινίας ἐπειράθη στρατιωτικῆς οὐδʼ ἄλλο τῶν ἀνηκέστων οὐδέν.
至于农民的惨死,我们不会向你们清算;同样,即使有自由身份的妇女遭受了士兵们的侮辱和酒后暴行,或是其他任何无法弥补的伤害,我们也不会追究。
κἀκεῖνοι ταῦτα προκαλουμένων ἡμῶν μετριάσουσι καὶ συγχωρήσαντες τῇ πόλει νέας ἀρχὰς ἀποδεῖξαι καὶ τὰ πρὸς τὸν πόλεμον εὐτρεπῆ ποιήσασθαι, τότε ἥξουσιν ἱκετηρίας φέροντες ἀντὶ τῶν ὅπλων καὶ παραδιδόντες ἡμῖν ἑαυτούς.
” 难道那些敌人,在我们提出这些要求时,会表现得温和,并在允许城邦任命新政务官且做好战争准备之后,那时拿着乞求者的树枝来代替武器,将他们自己向我们投降吗?