Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §11.16.1-11.16.5

十人委员会党羽的集会与卢基乌斯的演说

第 816 段,共 962 段 · 希腊语

内容简介

受到反对派动摇的阿庇乌斯及其党羽决定仅咨询亲近盟友,并推举卢基乌斯·科尔内留斯站出来,严厉谴责反对他们的元老院长老们在军事危机中因私怨而破坏国家利益。

§11.16.1ἐφʼ ᾧ διαταραχθέντες οἱ περὶ τὸν Ἄππιον ἐβουλεύσαντο μηκέτι καθʼ ἡλικίαν καὶ βουλῆς ἀξίωσιν συμβούλους καλεῖν, ἀλλὰ κατʼ οἰκειότητα καὶ τὴν πρὸς αὐτοὺς ἑταιρίαν.
对此感到不安的阿庇乌斯及其党羽决定,不再根据年龄和元老院的尊严来召集顾问,而是根据个人的亲密关系和对他们的友好关系。
καὶ παρελθὼν Μάρκος Κορνήλιος ἀνίστησι Λεύκιον Κορνήλιον τὸν ἀδελφόν, ὃς Κοίντῳ Φαβίῳ Οὐιβουλανῷ συνυπάτευσε τὸ τρίτον ὑπατεύοντι, δραστήριον ἄνδρα καὶ πολιτικοὺς διεξελθεῖν λόγους οὐκ ἀδύνατον.
马尔库斯·科尔内留斯走上前,推举了他的兄弟卢基乌斯·科尔内留斯,此人曾在昆图斯·法比乌斯·维布拉努斯第三次担任执政官时与其共同担任执政官,是一个精力充沛且不乏发表政治演说能力的人。
§11.16.2οὗτος ἀναστὰς ἔλεξε τοιάδε· θαυμαστὸν μὲν ἦν καὶ τοῦτʼ, ὦ βουλή, εἰ ταύτην ἔχοντες ἄνθρωποι τὴν ἡλικίαν ἔχουσιν, οἱ πρὸ ἐμοῦ γνώμην ἀποφηνάμενοι καὶ πρωτεύειν ἀξιοῦντες τῶν συνέδρων, τὴν ἐκ τῶν πολιτικῶν προσκρουσμάτων ἀπέχθειαν ἀδιάλλακτον πρὸς τοὺς προεστηκότας τῆς πόλεως, οὓς ἐχρῆν% οἷόν τε δεῖ φυλάττειν, καὶ τοῖς νέοις παραινεῖν ἀπὸ τοῦ κρατίστου ποιεῖσθαι τοὺς ὑπὲρ τῶν καλῶν ἀγῶνας, καὶ μὴ πολεμίους, ἀλλὰ φίλους ἡγεῖσθαι τοὺς περὶ τῶν κοινῶν ἀγαθῶν ἀντιπάλους.
他站起来,发表了如下讲话:“元老院的诸位,如果像那些在我之前发表意见并自诩为元老院领袖的人,在处于这样的年龄时,却对城市的领导者们抱有因政治冲突而产生的不可调和的憎恨,这确实是令人惊讶的。 而这些人本是他们应当尽最大可能去保护的,并且他们应当劝诫年轻人为了崇高的事业而从最优秀的动机出发去奋斗,不把为了共同利益而竞争的对手视为敌人,而是视为朋友。
§11.16.3πολλῷ δʼ ἔτι τούτου θαυμασιώτερόν ἐστιν, εἰ τὰς ἰδίας ἀπεχθείας ἐπὶ τὰ κοινὰ τῆς πόλεως πράγματα μεταφέρουσι καὶ συναπολέσθαι τοῖς ἑαυτῶν ἐχθροῖς βούλονται μᾶλλον ἢ σωθῆναι μετὰ πάντων τῶν φίλων.
然而,如果他们将个人的憎恨转移到城市的公事上,并且宁愿与自己的敌人同归于尽,也不愿与所有的朋友一起得救,这比前者还要令人惊讶得多。
ὑπερβολὴν γὰρ ἀνοίας τούτοις καὶ οὐ πόρρω θεοβλαβείας πεποιήκασιν οἱ πρόεδροι τῆς βουλῆς ἡμῶν.
因为我们元老院的领袖们在这些事情上表现出了极度的愚蠢,并且已经接近神明所惩罚的狂妄。
§11.16.4οὗτοι γὰρ ἀγανακτοῦντες, ὅτι μετιόντας αὐτοὺς τὴν τῶν δέκα ἀρχήν, ἧς αὐτοὶ νῦν κατηγοροῦσιν, ἐνίκησαν ἐν ἀρχαιρεσίαις ἐπιτηδειότεροι φανέντες, ἀεὶ πολεμοῦσιν αὐτοῖς πόλεμον ἀδιάλλακτον, καὶ εἰς τοῦθʼ ἥκουσιν εὐηθείας, μᾶλλον δὲ μανίας, ὥσθʼ, ἵνα τούτους διαβάλλωσι πρὸς ὑμᾶς, ὅλην ὑπομένουσιν ἀνατρέψαι τὴν πατρίδα· §11.16.5οἵ γʼ ὁρῶντες μὲν ἀνάστατον τὴν χώραν ἡμῶν ὑπὸ τῶν πολεμίων γενομένην, ὁρῶντες δὲ ὅσον οὔπω καὶ ἐπὶ τὴν πόλιν αὐτοὺς ἐλεύσεσθαι — τὸ γὰρ διὰ μέσου χωρίον οὐ πολύ — ἀντὶ τοῦ παρακαλεῖν καὶ παρορμᾶν τοὺς νέους ἐπὶ τὸν ὑπὲρ τῆς πατρίδος ἀγῶνα, καὶ αὐτοὶ πάσῃ προθυμίᾳ καὶ σπουδῇ βοηθεῖν, ὅση γοῦν ἐν τοῖς τηλικούτοις ἐστὶν ἰσχύς, περὶ πολιτείας κόσμου νῦν ἀξιοῦσιν ὑμᾶς σκοπεῖν καὶ νέας ἀρχὰς ἀποδεικνύναι καὶ πάντα μᾶλλον ἢ τοὺς ἐχθροὺς κακῶς ποιεῖν· καὶ οὐδʼ αὐτὸ τοῦτο δύνανται συνιδεῖν, ὅτι γνώμας ἀσυμφόρους εἰσφέρουσι, μᾶλλον δʼ εὐχὰς ἀδυνάτους ἔχουσιν.
事实上,他们心怀怨恨,因为在他们自己争夺如今所谴责的十人官职位时,那些显得更为合适的十人官在选举中击败了他们,因此他们总是对他们发动不可调和的战争,并且已经到了如此愚蠢、甚至疯狂的地步,以至于为了在你们面前中伤这些人,他们甚至甘愿倾覆整个祖国;他们眼睁睁看着我们的国土被敌人蹂躏,眼睁睁看着敌人转眼间就将逼近城市本身——因为两地之间的距离并不远——却不去鼓励和激发年轻人为了祖国而奋斗,也不以他们这个年龄所仅存的力量,以全部的热情和努力亲自前往援助,反而要求你们现在考虑城邦的宪政秩序,并任命新的政务官,做任何事情唯独不去打击敌人;他们甚至无法看清这一事实,即他们提出的是无益的意见,或者说他们抱有的是无法实现的奢望。 ”

词汇与语法注释

  1. 11.16.2ἔχουσιν — 在“εἰ ταύτην ἔχοντες ἄνθρωποι τὴν ἡλικίαν ἔχουσιν... τὴν ἐκ τῶν πολιτικῶν προσκρουσμάτων ἀπέχθειαν”这一句式中,分词“ἔχοντες”修饰“ταύτην τὴν ἡλικίαν”(处于这样的年龄),而主动词“ἔχουσιν”则以相距较远的宾格“τὴν ... ἀπέχθειαν”(怀有憎恨)作为直接宾语,构成了一种倒装(hyperbaton)结构。
  2. 11.16.4μετιόντας αὐτοὺς — 现在分词能动态(宾格复数)“μετιόντας”修饰主句动词“ἐνίκησαν”的直接宾语“αὐτούς”(这些元老院长老),在句中作状语,表示时间,意为“当他们谋求(十人官职位)时”。
  3. 11.16.5ἀντὶ τοῦ παρακαλεῖν — 在前置词“ἀντί”与属格冠词“τοῦ”的引导下,不定式“παρακαλεῖν”、“παρορμᾶν”和“βοηθεῖν”并列,意为“不鼓励和激发……也不亲自前往援助……”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §11.16.1-11.16.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:11.16.1-11.16.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。