Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §11.15.1-11.15.5

科尔内留斯的反驳与克劳狄乌斯的动议

第 815 段,共 962 段 · 希腊语

内容简介

针对克劳狄乌斯的演说,十人官一派的马尔库斯·科尔内留斯予以猛烈反驳与羞辱。克劳狄乌斯则叹息阿庇乌斯的傲慢,宣布将离开罗马,并向元老院提议在选出新政务官之前不进行任何决议,该提议获得了众多主要元老院议员的支持。

§11.15.1τοιαῦτʼ εἰπόντος Κλαυδίου καὶ πολλὴν ἐλπίδα τῷ συνεδρίῳ παρασχόντος, ὡς ἀποθησομένων τῶν δέκα τὴν ἀρχήν, Ἄππιος μὲν πρὸς ταῦτα οὐδὲν ἠξίωσεν εἰπεῖν· ἐκ δὲ τῶν ἄλλων ὀλιγαρχῶν προελθὼν Κορνήλιος Μάρκος· ἡμεῖς μέν, ἔφησεν, ὦ Κλαύδιε, περὶ τῶν ἰδίων συμφερόντων αὐτοὶ διαγνωσόμεθα τῆς σῆς οὐδὲν δεόμενοι βουλῆς.
在克劳狄乌斯发表了这样的讲话并使元老院寄予极大的希望、认为十人官将会放弃职位之后,阿庇乌斯对此不屑于做任何回应;但另一位寡头派成员马尔库斯·科尔内留斯走上前来说道:“克劳狄乌斯啊,关于我们自己的利益,我们自己会做出决定,根本不需要你的建议。
καὶ γὰρ ἡλικίας ἐν τῇ φρονιμωτάτῃ ἐσμέν, ὥστε μηδὲν τῶν διαφερόντων ἀγνοεῖν, καὶ φίλων οὐ σπανίζομεν, οἷς, ἐάν τι δέῃ, §11.15.2συμβούλοις χρησόμεθα.
因为我们正处于最明智的年龄,不至于对任何重要的事情一无所知,并且我们并不缺少朋友,如果有什么需要,我们将以他们为顾问。
παῦσαι δὴ πρᾶγμα ποιῶν ἄωρον, ἀνὴρ πρεσβύτερος οὐ δεομένοις συμβουλῆς γνώμας ἀποδεικνύμενος.
所以,不要再做这种不合时宜的事了,你作为一个年长者,却向不需要建议的人发表意见。
τῷ Ἀππίῳ δʼ εἴ τι βούλει παραινεῖν ἢ λοιδορεῖσθαι — τοῦτο γὰρ ἀληθέστερον — ὅταν ἐξέλθῃς ἐκ τοῦ συνεδρίου, λοιδορήσῃ.
如果你想劝诫阿庇乌斯或者辱骂他——因为这更符合事实—— 等你走出元老院时,你再去辱骂他吧。
νῦν δʼ ὑπὲρ τοῦ πρὸς Αἰκανοὺς καὶ Σαβίνους πολέμου, περὶ οὗ κέκλησαι γνώμην ἀποδειξόμενος, ὅ τι σοι φαίνεται λέγε καὶ παῦσαι τὰ ἔξω τοῦ πράγματος φλυαρῶν.
而现在,关于针对埃夸伊人和萨宾人的战争,由于你被召集来正是为了对此发表意见,请说出你的看法,不要再说这些与主题无关的废话了。
§11.15.3μετὰ τοῦτον ἀνίσταται πάλιν ὁ Κλαύδιος κατηφὴς καὶ μεστοὺς ἔχων τοὺς ὀφθαλμοὺς δακρύων καί φησιν· Ἄππιος μὲν οὐδʼ ἀποκρίσεως ἄξιον ἡγεῖταί με, ὦ βουλή, τὸν ἑαυτοῦ θεῖον ἐναντίον ὑμῶν·
” 在他之后,克劳狄乌斯再次站了起来,神色沮丧,眼中满含泪水,说道:“元老院的诸位,阿庇乌斯甚至认为我不配得到一个回答,在你们面前,对他自己的叔父。
ἀλλʼ ὥσπερ τὴν οἰκίαν τὴν ἰδίαν ἀπέκλεισέ μοι, καὶ τουτὶ τὸ συνέδριον ἄβατον ἐφʼ ἑαυτῷ ποιεῖ.
相反,就像他向我关闭了他自己的家门一样,他也使这整个元老院,在关于他自己的事上,对我而言变得无法涉足。
εἰ δὲ χρὴ §11.15.4τἀληθὲς λέγειν, καὶ ἐκ τῆς πόλεως ἐξελαύνομαι.
如果必须说出真话,我甚至正在被赶出这座城市。
οὐκέτι γὰρ ἂν αὐτὸν ὀρθοῖς ὄμμασι δυναίμην ὁρᾶν ἀνάξιον γεγονότα τῶν προγόνων καὶ τυραννικὴν ἐζηλωκότα παρανομίαν, ἀλλʼ ἀνασκευασάμενος ἅπαντα τὰ ἐμὰ καὶ τοὺς ἐμοὺς εἰς Σαβίνους ἄπειμι, πόλιν οἰκήσων Ῥήγιλλον, ἐξ ἧς τὸ γένος ἡμῶν ἐστι, καὶ μενῶ τὸν λοιπὸν ἐκεῖ χρόνον, ἕως ἂν οὗτοι κατέχωσι τὴν καλὴν ταύτην ἀρχήν.
因为我再也无法用直视的目光看着他,他已经变得不配他的祖先,并且一味效仿僭主的无法无天;我将收拾我所有的财产和家眷,前往萨宾人那里,去居住在雷吉鲁姆城,我们家族正是起源于那里,我将在那里度过余下的时间,只要这些人还掌握着这美丽的权力。
ἐπειδὰν δʼ οἷα μαντεύομαι περὶ τὴν δεκαδαρχίαν γένηται — γενήσεται δʼ οὐκ εἰς μακράν — §11.15.5τότε παρέσομαι.
但是,当我对十人官统治所作的预言发生时——这用不了多久就会发生—— 到那时我就会回来。
καὶ τὰ μὲν ὑπὲρ ἐμοῦ τοσαῦτα· περὶ δὲ τοῦ πολέμου ταύτην ὑμῖν, ὦ βουλή, γνώμην ἀποδείκνυμαι, μηδὲν ψηφίζεσθαι περὶ μηδενὸς πράγματος, ἕως ἀποδειχθῶσι νέαι ἀρχαί.
关于我自己的事就说这么多;但关于战争,元老院的诸位,我向你们表明这一意见:在新的政务官被任命之前,不对任何事情进行任何表决。
ταῦτʼ εἰπὼν καὶ πολὺν ἐκ τοῦ συνεδρίου κινήσας ἔπαινον ἐπὶ τῷ γενναίῳ καὶ φιλελευθέρῳ τῆς γνώμης ἐκάθισε.
”说完这些话,并因其意见的高尚和崇尚自由的精神在元老院中引起了极大的赞赏,他便坐下了。
μετὰ δὲ τοῦτον ἀναστὰς Λεύκιος Κοίντιος ὁ καλούμενος Κικιννᾶτος καὶ Τίτος Κοίντιος Καπετωλῖνος καὶ Λεύκιος Λουκρήτιος καὶ πάντες ἑξῆς οἱ πρωτεύοντες δέκα τοῦ συνεδρίου τῇ Κλαυδίου γνώμῃ προσετίθεντο.
在他之后,被称为辛辛纳图斯的卢基乌斯·昆克蒂乌斯、提图斯·昆克蒂乌斯·卡皮托利努斯、卢基乌斯·卢克莱修,以及元老院中依次排列的所有前十位显贵,都赞同克劳狄乌斯的意见。

词汇与语法注释

  1. §11.15.1ὡς ἀποθησομένων τῶν δέκα τὴν ἀρχήν — 连词 ὡς 与将来分词的属格独立结构(ἀποθησομένων τῶν δέκα)连用,表示主句中“希望”(ἐλπίδα)的内容(即主观预期),意为“十人官将会放弃职位”。
  2. §11.15.2παῦσαι δὴ πρᾶγμα ποιῶν ἄωρον — παῦσαι 是动词 παύω 的中间态第二人称单数不定过去时命令式,作不及物动词用,意为“停止(自己的行为)”,并与补充性分词 ποιῶν 连用,表示“停止做不合时宜的事”。
  3. §11.15.3ἐφʼ ἑαυτῷ — 介词 ἐπί 加上反身代词的与格(ἑαυτῷ)。在此表示“就他自身而言”或“因他自身之故”,指出阿庇乌斯个人的态度使得元老院对克劳狄乌斯而言变得无法涉足。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §11.15.1-11.15.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:11.15.1-11.15.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。