§11.14.1ταῦτά σοι πολλάκις ἐβουλήθην ὑποθέσθαι μόνῳ μόνος εἰς λόγους παραγενόμενος καὶ τὰ μὲν ὡς ἀγνοοῦντα διδάξαι, τὰ δʼ ὡς ἁμαρτάνοντα νουθετῆσαι· καὶ παρεγενόμην εἰς τὴν οἰκίαν οὐχ ἅπαξ, ἀπήλασαν δέ με οἱ σοὶ παῖδες ἀπὸ τῶν οἰκείων οὐ σχολὴν ἄγειν σε λέγοντες, ἀλλʼ ἕτερά τινα πράττειν ἀναγκαιότερα, εἰ δή τί σοι τῆς πρὸς τὸ γένος εὐσεβείας ἀναγκαιότερον ἦν.
我常希望在与你单独交谈时向你提出这些建议,有的像对待无知之人那样加以教导,有的像对待犯错之人那样予以劝诫;我曾不止一次拜访你的府邸,但你的奴仆们却把我赶出门外,说你没有闲暇,而是在做其他更紧迫的事,如果对于你来说,确实有什么事情比对家族的虔敬义务更为紧迫的话。
§11.14.2τάχα δʼ οὐχ ὑπὸ σοῦ κελευσθέντες οἱ παῖδες, ἀλλʼ ἐφʼ ἑαυτῶν γνόντες διέκλεισάν με τῆς εἰσόδου, καὶ βουλοίμην οὕτως τἀληθὲς ἔχειν.
或许奴仆们并非受你指使,而是凭自己的判断将我拒之门外,而我倒希望事实确是如此。
τὸ πρᾶγμα δή με ἠνάγκασε τοῦτο διαλεχθῆναι ἐν τῷ συνεδρίῳ πρὸς σὲ περὶ ὧν ἐβουλόμην, ἐπειδὴ μόνῳ πρὸς μόνον οὐκ ἐξεγένετο.
确实,正是这件事迫使我在元老院中,针对我所希望的事向你发言,因为之前无法进行单独的交谈。
καιρὸν δʼ ἔχει πάντη λέγεσθαι τὰ καλὰ καὶ συμφέροντα παρʼ ἀνθρώποις μᾶλλον, Ἄππιε, ἢ §11.14.3μηδαμῇ.
但是,阿庇乌斯啊,在世人之中,美善与有益的事以任何方式说出来,都比根本不说出来更为合宜。
ἀποδεδωκὼς δή σοι τὰ τοῦ γένους ὀφειλήματα μαρτύρομαι θεούς, ὧν ἱερὰ καὶ βωμοὺς κοιναῖς θυσίαις γεραίρομεν οἱ τῆς Ἀππίου γενεᾶς διάδοχοι, καὶ προγόνων δαίμονας, οἷς μετὰ θεοὺς δευτέρας τιμὰς καὶ χάριτας ἀποδίδομεν κοινάς, ὑπὲρ ἅπαντας δὲ τούτους γῆν, ἣ κατέχει τὸν σὸν μὲν πατέρα, ἐμὸν δʼ ἀδελφόν, ὅτι σοι παρέσχημαι ψυχήν τε καὶ φωνὴν τὴν ἐμαυτοῦ τὰ κράτιστα βουλευομένην, καὶ ἐπανορθῶν τὰς ἀγνοίας σου κατὰ δύναμιν τὴν ἐμὴν ἀξιῶ σε μὴ τοῖς κακοῖς ἰᾶσθαι τὰ κακά, μηδὲ τῶν πλειόνων ὀρεγόμενον καὶ τὰ παρόντα ἀπολέσαι, μηδʼ ἵνα τῶν ἴσων τε καὶ κρειττόνων ἄρχῃς ὑπὸ τῶν ἡττόνων τε καὶ κακιόνων ἄρχεσθαι.
这样,在履行了对家族的义务之后,我呼求神明作证——我们这些阿庇乌斯家族的继承者以共同的祭祀来尊奉他们的圣所与祭坛——并呼求祖先的亡灵——在神明之后,我们向他们献上共同的第二等尊荣与感谢——尤其是在这一切之上的,那安息着你父亲也是我长兄的土地,证明我已经向你献出了我自己那主张最善建议的灵魂与声音,并且我在尽我所能纠正你的无知的同时,要求你不要用恶来医治恶,也不要因为贪求更多而失去现有的东西,更不要为了统治那些与你平等和比你优秀的人,反而被那些比你低下和卑劣的人所统治。
§11.14.4πολλὰ καὶ περὶ πολλῶν ἔτι σοι λέγειν βουλόμενος ὀκνῶ.
尽管我还想对你并就许多事情说很多话,但我感到迟疑。
εἰ μὲν γὰρ ἐπὶ τὰ κρείττω βουλεύματα ὀ θεὸς ἄγει σε, καὶ ταῦτα πλείω τῶν ἱκανῶν εἴρηκα, εἰ δʼ ἐπὶ τὰ χείρω, διακενῆς καὶ τὰ λοιπὰ ἐρῶ.
因为如果神明引导你走向更好的决议,我所说的这些话已经绰绰有余;但如果是走向更坏的决议,那么我再说其余的话也是徒劳。
ἔχετε, ὦ βουλή, καὶ ὑμεῖς οἱ προεστηκότες τῆς πόλεως, τὴν ἐμὴν γνώμην καὶ περὶ τοῦ πολέμου τῆς καταλύσεως καὶ περὶ τῶν ἐν τῇ πόλει θορύβων τῆς ἐπανορθώσεως.
元老院的诸位,以及身为城市领导者的你们,已经听到了我关于结束战争以及纠正城内骚乱的意见。
εἰ δέ τις ἕτερα τούτων κρείττω ἐρεῖ, τὰ βέλτιστα νικάτω.
若是有人提出比这更好、不同的建议,就让最善的建议胜出。