Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §11.11.1-11.11.5

建议阿庇乌斯将政体决定权交由人民裁决

第 811 段,共 962 段 · 希腊语

内容简介

说话者向阿庇乌斯建议,应当向人民提交一份关于维持现行体制还是恢复传统官职的预议案以供裁决,并劝说他放弃非法的独独裁权力以赢得名望。

§11.11.1πῶς οὖν ἐπανορθώσετε ταῦτα καὶ παύσεσθε δι’ αἰτίας παρὰ τοῖς πολίταις ὄντες;
那么,你们将如何纠正这些事情,并停止在公民中遭受指责呢?
τοῦτο γὰρ ἔσθʼ ὑπόλοιπον εἰπεῖν.
因为这就是剩下要说的话了。
εἰ προβούλευμα τοῦ συνεδρίου ποιήσαντες ἀποδοίητε τῷ δήμῳ διαγνῶναι, πότερον αὐτῷ δοκεῖ πάλιν ὑπάτους τʼ ἀποδεικνύναι καὶ δημάρχους καὶ τὰς ἄλλας ἀρχὰς τὰς πατρίους, ἢ μένειν ἐπὶ τῆς αὐτῆς πολιτείας.
如果你们在制定了元老院的预议案后,交由人民去裁决,看他们认为应当再次任命执政官、护民官以及其他祖传官职,还是继续维持现行的政体。
§11.11.2ἐάν τε γὰρ ἀγαπῶσι Ῥωμαῖοι πάντες ὀλιγαρχούμενοι καὶ μένειν ὑμᾶς ἐπὶ τῆς αὐτῆς ἐξουσίας ψηφίσωνται, κατὰ νόμον ἕξετε καὶ οὐ βίᾳ τὴν ἀρχήν· ἐάν τε ὑπάτους πάλιν αἱρεῖσθαι βουληθῶσι καὶ τὰς ἄλλας ἀρχὰς ὡς πρότερον, ἀποθήσεσθε νόμῳ τὴν ἐξουσίαν καὶ οὐ δόξετε ἀκόντων ἄρχειν τῶν ἴσων·
因为如果全体罗马人都甘愿处于寡头统治之下,并投票赞成你们留任同样的权力,你们就将依法拥有统治权,而非诉诸暴力;而如果他们希望像以前一样再次选举执政官和其他官职,你们也将依法交出权力,而不会显得是在违背同等之人的意愿而统治他们。
τοῦτο μὲν γὰρ τυραννικόν, τὸ δὲ παρʼ ἑκόντων τὰς ἀρχὰς λαμβάνειν ἀριστοκρατικόν.
因为前者是僭主的行径,而像后者那样从自愿者手中接受官职则是贵族制的。
§11.11.3τοῦ δὲ πολιτεύματος τούτου πρῶτον οἴομαι δεῖν ἄρξαι σὲ καὶ παῦσαι τὴν ὑπὸ σοῦ κατασταθεῖσαν ὀλιγαρχίαν, Ἄππιε, λυσιτελῆ γέ ποθʼ ἡμῖν γενομένην, νῦν δʼ ἐπαχθῆ.
阿庇乌斯,我认为你应当最先开始这一政体改革,并结束由你确立的寡头政治,它曾经或许对我们有益,但现在却成了累赘。
ἃ δʼ ἐκ τοῦ πεισθῆναί μοι καὶ ἀποθέσθαι τὴν ἐπίφθονον ἐξουσίαν ταύτην κερδανεῖς, ἄκουσον.
听听看,由于听从我的劝告并放弃这令人忌恨的权力,你将会获得什么。
§11.11.4ἐὰν μὲν ὅλον ὑμῶν τὸ ἀρχεῖον ἐπὶ τῆς αὐτῆς γένηται προαιρέσεως, διὰ σὲ πάντες ὑπολήψονται τὸν ἄρξαντα καὶ τούτους γεγενῆσθαι χρηστούς· ἐὰν δʼ οὗτοι φιλοχωρῶσιν ἐπὶ τῇ παρανόμῳ δυναστείᾳ, σοὶ μὲν ἅπαντες εἴσονται τὴν χάριν, ὅτι μόνος ἐβουλήθης δίκαια ποιεῖν, τοὺς δὲ μὴ θέλοντας σὺν αἰσχύνῃ καὶ μεγάλῃ βλάβῃ παύσουσι τῆς ἀρχῆς.
如果你们的整个官署集团都达成同样的决心,所有人都会认为是因为你开了先河,这群人才变得高尚;但如果这些人执迷于这非法的专制权力,所有人都会感激你,因为唯独你希望行使正义,而对于那些不情愿的人,人们将伴随着耻辱和巨大的危害将他们免职。
§11.11.5ὁμολογίας δὲ καὶ πίστεις ἀπορρήτους εἴ τινας ἀλλήλοις δεδώκατε θεοὺς ἐγγυητὰς ποιησάμενοι — τάχα γάρ τι καὶ τοιοῦτον ὑμῖν πέπρακται — φυλαττομένας ἀνοσίους εἶναι νόμιζε ὡς κατὰ πολιτῶν καὶ πατρίδος, καταλυομένας δʼ εὐσεβεῖς.
如果你们彼此之间交换过任何秘密的盟约和誓言,并以神明为担保人——因为或许你们确实做过这样的事——那么请记住,墨守这些盟约对于公民和祖国而言是不虔敬的,而解除它们则是虔敬的。
θεοὶ γὰρ ἐπὶ καλαῖς καὶ δικαίαις παραλαμβάνεσθαι φιλοῦσιν ὁμολογίαις, οὐκ ἐπʼ αἰσχραῖς καὶ ἀδίκοις.
因为神明乐于参与美好而正义的盟约,而非可耻而不义的盟约。

词汇与语法注释

  1. §11.11.1εἰ ... ἀποδοίητε — 仅给出条件从句(使用祈愿语气 `ἀποδοίητε`)而无明确归结从句的句式。这是一种委婉提出建议或设想未来可能性的修辞表达(“如果你们……会怎么样呢”)。
  2. §11.11.2ἀγαπῶσι ... ὀλιγαρχούμενοι — 动词 `ἀγαπάω` 连用分词(被动分词 `ὀλιγαρχούμενοι`),表示“甘于……”、“满足于处于寡头统治之下”。
  3. §11.11.5φυλαττομένας ἀνοσίους εἶναι ... καταλυομένας δʼ εὐσεβεῖς — 充当命令式动词 `νόμιζε` 宾语的“带对格的不定式”结构。修饰名词(`ὁμολογίας δὲ καὶ πίστεις`)的分词 `φυλαττομένας` 和 `καταλυομένα` 具有条件意义(“如果得到遵守”、“如果被解除”)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §11.11.1-11.11.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:11.11.1-11.11.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。