§10.10.1ὅσον μὲν χρόνον οὐθὲν ἀκριβὲς ἡμῖν ἐφαίνετο τῶν προσαγγελλομένων δεινῶν, ἀλλὰ φῆμαι μετέωροι, καὶ τὸ βεβαιῶσον αὐτὰς οὐθὲν ἦν, ὠκνοῦμεν, ὦ βουλή, φέρειν τοὺς περὶ αὐτῶν λόγους εἰς μέσον, ταραχάς τε ὑποπτεύοντες ἔσεσθαι μεγάλας, οἷα εἰκὸς ἐπὶ δεινοῖς ἀκούσμασι, καὶ διʼ εὐλαβείας ἔχοντες, μὴ ταχύτερα δόξωμεν ὑμῖν βεβουλεῦσθαι μᾶλλον ἢ φρονιμώτερα.
“元老院诸公,只要所通报的危险在我们看来还无一确凿,而只是悬空未决的传闻,且没有任何东西可以证实它们,我们便迟迟不愿将有关它们的言论公之于众。 我们一方面怀疑会引起巨大的混乱,正如听到骇人传闻时所自然会发生的那样;另一方面则保持谨慎,唯恐在你们看来,我们谋划得过于仓促,而非明智。
§10.10.2οὐ μὴν ὀλιγωρίᾳ γʼ αὐτὰ παραδόντες ἀφήκαμεν, ἀλλʼ ὅση δύναμις ἡμῖν ἦν ἐπιμελῆ ζήτησιν ἐποιούμεθα τῆς ἀληθείας.
当然,我们绝非因轻视而将这些事情搁置,而是尽我们所能对真相进行了仔细的调查。
ἐπεὶ δὲ ἡ τοῦ δαιμονίου πρόνοια, ὑφʼ ἧς ἀεὶ σωζόμεθα κοινῇ, καλῶς ποιοῦσα τὰ κεκρυμμένα βουλεύματα καὶ τὰς ἀνοσίους ἐπιχειρήσεις τῶν θεοῖς ἐχθρῶν εἰς φῶς ἄγει, καὶ γράμματα πάρεστιν ἡμῖν, ἃ δεδέγμεθα νεωστὶ παρὰ ξένων εὔνοιαν ἡμῖν ἐνδεικνυμένων, οὓς ὕστερον ἀκούσεσθε, καὶ συντρέχει τε καὶ συνᾴδει τοῖς ἔξωθεν ἐπιστελλομένοις τὰ ἐνθένδε μηνυόμενα, καὶ τὰ πράγματα οὐκέτι μέλλησιν οὐδʼ ἀναβολὴν ἐν χερσὶν ὄντα ἐπιδέχεται, πρὶν εἰς τὸν δῆμον ἐξενεγκεῖν, ὑμῖν πρώτοις ὥσπερ ἐστὶ δίκαιον ἀπαγγεῖλαι διέγνωμεν αὐτά.
但是,既然那始终共同守护着我们的神明摄理,幸而将那些与神为敌之人的隐秘阴谋和不敬企图大白于天下,并且我们手中也有最近从对我们示好的异邦人(你们稍后会听到他们是谁)那里收到的信件,而且此地密告的情况与从外部寄来的信件完全吻合、一致,且事态已在眼前,不容再有任何迟延或拖延,因此,在向平民公布之前,我们决定按照正义的要求,首先向你们报告这些事。
§10.10.3ἴστε δὴ συνωμοσίαν ἐπὶ τῷ δήμῳ γεγενημένην ὑπʼ ἀνδρῶν οὐκ ἀφανῶν, ἐν οἷς ἐνεῖναι μέν τι λέγεται μέρος οὐ πολὺ καὶ τῶν εἰς τόδε συλλεγομένων τὸ συνέδριον πρεσβυτέρων, τὸ δὲ πλεῖστον ἐκ τῶν ἔξω τῆς βουλῆς ἱππέων, οὓς οὔπω καιρὸς οἵτινές εἰσιν ὑμῖν λέγειν.
你们且当知晓,一场针对平民的阴谋已被并非籍籍无名之辈所策划。 据说在这些人中,也有在这个会议厅聚集的长老中的一小部分,但绝大多数是来自元老院之外的骑士,现在还不是向你们透露他们是谁的时候。
§10.10.4μέλλουσι δʼ οὖν, ὡς πυνθανόμεθα, σκοταίαν φυλάξαντες νύκτα κοιμωμένοις ἡμῖν ἐπιχειρεῖν, ἡνίκα οὔτε προιδεῖν τι τῶν γινομένων οὔτε φυλάξασθαι καθʼ ἓν γενόμενοι δυνάμεθα·
总之,据我们所知,他们企图伺机于黑夜,趁我们熟睡之时发动袭击,那时我们既无法预见正在发生的事,也无法聚集起来保护自己。
ἐπιπεσόντες δὲ ταῖς οἰκίαις τούς τε δημάρχους ἡμᾶς κατασφάττειν καὶ τῶν δημοτῶν ἄλλους ἐναντιωθέντας ποτὲ αὐτοῖς περὶ ἐλευθερίας ἢ τὸ λοιπὸν ἐναντιωσομένους.
他们企图袭击我们的住宅,屠杀我们这些护民官,以及平民中曾经为了自由而反对他们,或在未来将要反对他们的其他人。
ὅταν δὲ ἡμᾶς ἐκποδὼν ποιήσωνται, τότʼ ἤδη κατὰ πολλὴν ἀσφάλειαν ἡγοῦνται διαπράξασθαι παρʼ ὑμῶν τὰ λοιπὰ ἀναιρεθῆναι διὰ κοινοῦ ψηφίσματος τὰς γενομένας ὑμῖν πρὸς τὸν δῆμον ὁμολογίας.
他们认为,一旦将我们铲除,那时他们便可以在极大的安全之下,促使你们通过共同决议撤销你们与平民达成的协定,从而达成其余的目的。
§10.10.5ὁρῶντες δέ, ὅτι ξενικῆς αὐτοῖς χειρὸς εἰς τὰ πράγματα δεῖ κρύφα παρασκευασθείσης καὶ οὐδὲ ταύτης μετρίας, ἄνδρα προσειλήφασιν εἰς ταῦτα τῶν ὑμετέρων φυγάδων Καίσωνα Κοίντιον ἡγεμόνα, ὃν ἐπὶ φόνοις πολιτῶν καὶ διαστάσει τῆς πόλεως ἐξελεγχθέντα διεπράξαντό τινες τῶν ἐνθάδε μὴ δοῦναι δίκην, ἀλλʼ ἀθῷον ἀπελθεῖν ἐκ τῆς πόλεως, κάθοδόν τε πράξειν ὑπέσχηνται καὶ ἀρχὰς προτείνονται καὶ τιμὰς καὶ ἄλλους μισθοὺς τῆς ὑπουργίας.
他们看到自己需要一支暗中准备的、且数量不小的外邦军队来行事,便将你们的流亡者之一凯索·昆克蒂乌斯召集过来,作为此事的领袖。 此人虽因屠杀公民和分裂城市而被定罪,但这里的某些人却设法使他免受惩罚,无伤地离开了城市。 他们承诺要实现他的归国,并为他的效劳提供官职、荣誉和其他报酬。
§10.10.6κἀκεῖνος ὑπέσχηται στρατιὰν αὐτοῖς Αἰκανῶν καὶ Οὐολούσκων ἄξειν ἐπίκουρον, ὅσης ἂν δεηθῶσιν·
而他也承诺会为他们带来他们所需要的大批埃奎人和沃尔斯基人的辅助军队。
ἥξει τε οὐκ εἰς μακρὰν αὐτὸς μὲν ἐπαγόμενος τοὺς εὐτολμοτάτους κρύφα κατʼ ὀλίγους εἰσάγων καὶ σποράδας, ἡ δʼ ἄλλη δύναμις, ὅταν οἱ τοῦ δήμου προεστηκότες ἡμεῖς διαφθαρῶμεν, ἐπὶ τὸ ἄλλο πλῆθος τῶν πενήτων χωρήσει, ἐάν τινες ἄρα περιέχωνται τῆς ἐλευθερίας.
不久,他本人就会带领最胆大妄为的人,分批零星地暗中引入城内,而其余的军队则将在我们这些平民首领被消灭之后,向其他贫苦的大众发起进攻——如果他们中还有人坚持捍卫自由的话。
§10.10.7ταῦτʼ ἐστίν, ἃ βεβούλευνται ὑπὸ σκότους καὶ μέλλουσι δρᾶν, ὦ βουλή, δεινὰ καὶ ἀνόσια ἔργα, οὔτε θεῖον φοβηθέντες χόλον οὔτε ἀνθρωπίνην ἐντραπέντες νέμεσιν.
元老院诸公,这些就是他们在黑暗中所谋划、并且即将付诸实施的恐怖且不敬的勾当,他们既不惧怕神明的愤怒,也不顾及人间的惩罚。 ”