Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §10.56.1-10.56.2

阿皮乌斯等十人官当选与旧官职废除

第 796 段,共 962 段 · 希腊语

内容简介

护民官向民众宣布了元老院决议,当选执政官宣誓放弃了职位。随后在兵士会选举中,以阿皮乌斯·克劳狄乌斯为首的十人立法委员会(十人官)成功当选,而罗马原有的其他一切官职则被废除。

§10.56.1τοῦτο τὸ δόγμα λαβόντες οἱ δήμαρχοι προῆλθον εἰς τὴν ἐκκλησίαν καὶ ἀναγνόντες ἐν τῷ δήμῳ πολλοὺς ἐπαίνους τῆς βουλῆς καὶ τοῦ προθέντος τὴν γνώμην Ἀππίου διεξῆλθον.
护民官们接到这一决议后,便走向民会,并在民众面前宣读了决议,同时对元老院以及提出该项提议的阿皮乌斯发表了许多赞辞。
ἐπεὶ δὲ κατέλαβεν ὁ τῶν ἀρχαιρεσίων καιρός, ἐκκλησίαν συναγαγόντες οἱ δήμαρχοι τούς τʼ ἀποδειχθέντας ὑπάτους ἥκειν ἠξίουν ἐμπεδώσοντας τῷ δήμῳ τὰς ὑποσχέσεις, κἀκεῖνοι παρελθόντες ἐξωμόσαντο τὰς ὑπατείας.
当选举时期到来时,护民官们召集了民会,并要求已获选的执政官们出席,以向民众确证他们的承诺;而那些人也走上前来,宣誓放弃了执政官职务。
§10.56.2τούτους ὁ δῆμος ἐπαινῶν τε καὶ θαυμάζων διετέλει, καὶ ἐπειδὴ τοὺς νομοθέτας ψηφοφορεῖν ἔδει πρώτους εἵλετο τῶν ἄλλων·
民众继续对他们赞不绝口并深表敬佩,及至需要投票选举立法者时,便最先选举了他们。
καὶ ἀπεδείχθησαν ἐν ἀρχαιρεσίαις ὑπὸ τῆς λοχίτιδος ἐκκλησίας Ἄππιος μὲν Κλαύδιος καὶ Τίτος Γενύκιος, οὓς ἔδει εἰς τοὐπιὸν ἄρχειν ἔτος, Πόπλιος δὲ Σήστιος ὁ τὸν ἐνιαυτὸν ἐκεῖνον ὑπατεύων, τρεῖς δὲ οἱ κομίσαντες παρὰ τῶν Ἑλλήνων τοὺς νόμους, Σπόριος Ποστόμιος καὶ Σερούιος Σολπίκιος καὶ Αὖλος Μάλλιος, εἷς δὲ τῶν ὑπατευσάντων τὸν παρελθόντα ἐνιαυτὸν Τίτος Ῥωμίλιος, ὁ τὴν ἐν τῷ δήμῳ δίκην Σικκίου κατηγορήσαντος ἁλούς, ἐπειδὴ γνώμης ἐδόκει ἄρξαι δημοτικῆς· ἐκ δὲ τῶν ἄλλων βουλευτῶν Γάιος Ἰούλιος καὶ Τίτος Οὐετούριος καὶ Πόπλιος Ὁράτιος, ἅπαντες ὑπατικοί·
随后,在兵士会主持的选举中,以下人员被任命:本应在来年执政的阿皮乌斯·克劳狄乌斯和提图斯·格努基乌斯;在该年担任执政官的普布利乌斯·塞斯提乌斯;从希腊人那里带回法律的三人,即斯普里乌斯·波斯图米乌斯、塞尔维乌斯·苏尔皮基乌斯和奥卢斯·马尼里乌斯;在去年曾任执政官的一人,提图斯·罗米里乌斯——他虽曾在西基乌斯指控的民众法庭审判中被判有罪,但因其似乎开始提出倾向平民的政策而获选;以及从其他元老院议员中选出的盖乌斯·尤利乌斯、提图斯·维图里乌斯和普布利乌斯·霍拉蒂乌斯,所有人皆为曾任执政官者。
αἱ δὲ τῶν δημάρχων τε καὶ ἀγορανόμων καὶ ταμιῶν καὶ εἴ τινες ἦσαν ἄλλαι πάτριοι Ῥωμαίοις ἀρχαὶ κατελύθησαν.
而护民官、市政官、财务官以及罗马人所拥有的其他一切祖传官职,均被废除。

词汇与语法注释

  1. 10.56.1ἐξωμόσαντο τὰς ὑπατείας — 动词 ἐξόμνυμι 意为“宣誓放弃”或“正式谢绝”。此处指阿皮乌斯和格努基乌斯正式宣誓放弃他们本已在来年获选的执政官职务。
  2. 10.56.2ὁ τὴν ἐν τῷ δήμῳ δίκην Σικκίου κατηγορήσαντος ἁλούς — 不定过去时分词 ἁλούς(源自 ἁλίσ코μαι,具有被动意义“被判有罪”)与主语提图斯·罗米里乌斯一致。Σικκίου κατηγορήσαντος 是属格独立结构,意为“在西基乌斯起诉时”。两者共同构成一个复杂的限定从句:“在西基乌斯指控的民众法庭审判中被判有罪的(罗米里乌斯)”。
  3. 10.56.2γνώμης ἐδόκει ἄρξαι δημοτικῆς — 动词 ἄρχω(此处为不定过去时主动不定式 ἄρξαι)支配属格,意为“开始”或“首倡”。因此,γνώμης δημοτικῆς(倾向平民的观点/政策)是 ἄρξαι 的宾语。这解释了罗米里乌斯虽曾被判有罪却仍获选的原因,即他被认为是最先提出有利于平民政策的人。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §10.56.1-10.56.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:10.56.1-10.56.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。