§10.49.1πρώτη μὲν οὖν εἰσῆλθεν ἡ κατὰ Ῥωμιλίου δίκη.
因此,首先对罗米利乌斯的审判开始了。
καὶ παρελθὼν ὁ Σίκκιος τά τε ἄλλα κατηγόρει τοῦ ἀνδρός, ὅσα ὑπατεύων βίᾳ εἰς τοὺς δημάρχους ἔδοξε διαπράξασθαι, καὶ τελευτῶν τὴν ἐπιβουλὴν διεξῄει τὴν ἐφʼ ἑαυτῷ τε καὶ τῇ σπείρᾳ γενομένην ὑπὸ τοῦ στρατηγοῦ· καὶ παρείχετο αὐτῶν μάρτυρας τοὺς ἐπιφανεστάτους τῶν συστρατευσαμένων οὐ δημοτικούς, ἀλλὰ καὶ πατρικίους·
西基乌斯上前,指控该人在担任执政官期间对保民官强行实施的所有其他行为,最后详细叙述了将军针对他自己和他的连队所策划的阴谋;他不仅从平民中,而且也从贵族中,召集了共同服役者中最著名的人来作证。
ἐν οἷς ἦν νεανίας οὐκ ἀφανὴς οὔτε κατὰ γένους ἀξίωσιν οὔτε κατὰ τὴν ἰδίαν ἀρετὴν καὶ τὰ πολέμια πάνυ ἀγαθός· Σπόριος Οὐεργίνιος ἦν ὄνομα αὐτῷ.
在他们之中,有一位年轻人在家族声望和个人美德上都非无名之辈,且极擅长军事;他的名字叫斯普里乌斯·维尔吉尼乌斯。
§10.49.2οὗτος ἔφη Μάρκον Ἰκίλλιον, ἑνὸς τῶν ἐκ τῆς Σικκίου σπείρας υἱόν, ἡλικιώτην αὐτοῦ καὶ φίλον ἀπολυθῆναι τῆς ἐξόδου βουληθείς, ὡς ἐπὶ θάνατον ἐξιόντα μετὰ τοῦ πατρός, Αὖλον Οὐεργίνιον τὸν ἑαυτοῦ θεῖον, πρεσβευτὴν τότε συστρατευόμενον, παρακαλέσας ἐλθεῖν ἐπὶ τοὺς ὑπάτους, §10.49.3ἀξιῶν σφίσι ταύτην δοθῆναι τὴν χάριν·
此人说,当西基乌斯连队中一人的儿子、他同龄的朋友马可·伊基里乌斯,因希望免于出征(因为他仿佛是要和父亲一起去送死)而劝说他自己的叔叔、当时作为使节一同服役的奥卢斯· 维尔吉尼乌斯去找执政官们,请求赐予他们这一恩惠。
ἀντιλεγόντων δὲ τῶν ὑπάτων, ἑαυτῷ μὲν ἐπελθεῖν δάκρυα τὴν συμφορὰν τὴν τοῦ ἑταίρου προανακλαιομένῳ, τὸν δὲ νεανίαν, ὑπὲρ οὗ τὰς δεήσεις ἐποιεῖτο, πεπυσμένον ταῦτα ἐλθεῖν καὶ λόγον αἰτησάμενον εἰπεῖν, ὅτι τοῖς μὲν δεομένοις πολλὴν οἶδε χάριν, αὐτὸς δʼ οὐκ ἂν ἀγαπήσειεν τυχὼν χάριτος, ἥτις αὐτὸν ἀφελεῖται τὸ πρὸς τὸ γένος εὐσεβές, οὐδʼ ἂν ἀπολειφθείη τοῦ πατρός, τοσῷδε μᾶλλον, ὅσῳ γʼ ἀποθανούμενος ἔρχεται, καὶ πάντες τοῦτο ἴσασιν· ἀλλὰ συνεξιὼν ἐπαμυνεῖτε, ὅσα δύναται, καὶ τῆς αὐτῆς ἐκείνῳ κοινωνὸς ἔσται τύχης.
但在执政官们拒绝时,他自己因预先为同伴的厄运而哀哭而流下眼泪,但那位曾为其提出请求的青年得知此事后走上前来,请求发言并说道,他对那些代为请求的人深表感谢,但他自己绝不愿接受一个会剥夺他向家族尽孝的恩惠,也绝不愿离开父亲,尤其是当所有人都知道父亲是去送死的时候;相反,他将一同出征,尽其所能保护父亲,并与他共命运。
§10.49.4ταῦτα τοῦ μειρακίου μαρτυρήσαντος οὐδεὶς ἦν ὃς οὐκ ἔπασχέ τι πρὸς τὴν τύχην τῶν ἀνθρώπων.
青年作此证言时,没有人不因这些人的命运而动容。
ὡς δὲ καὶ αὐτοὶ κληθέντες ἐπὶ τὴν μαρτυρίαν παρῆλθον ὅ τε πατὴρ Ἰκίλλιος καὶ τὸ μειράκιον καὶ τὸ καθʼ ἑαυτοὺς ἔλεξαν, οὐκέτι κατέχειν τὰ δάκρυα οἱ πλείους ἐδύναντο τῶν δημοτικῶν.
当父亲伊基里乌斯和青年本人也被召来作证,并走上前陈述了他们的情况时,大多数平民再也无法抑制自己的眼泪。
§10.49.5ἀπολογηθέντος δὲ τοῦ Ῥωμιλίου καὶ διελθόντος λόγον οὔτε θεραπευτικὸν οὔτε ἁρμόττοντα τοῖς καιροῖς, ἀλλʼ ὑψηλόν, καὶ ἐπὶ τῷ ἀνυπευθύνῳ τῆς ἀρχῆς μέγα φρονοῦντα διπλασίως ἐπερρώσθησαν εἰς τὴν κατʼ αὐτοῦ ὀργὴν οἱ πολῖται.
另一方面,罗米利乌斯在辩护中发表了一篇既不讨好也不合时宜、反而极其傲慢的演说,并因其职权的无责任性而大为自豪,这使公民们对他的愤怒加倍增强。
καὶ γενόμενοι τῶν ψήφων κύριοι κατέγνωσαν ἀδικεῖν οὕτως, ὥστε πάσαις ταῖς ψήφοις τῶν φυλῶν ἁλῶναι τὸν ἄνδρα.
在掌握了投票权后,他们判定他有罪,其程度使得该人在所有部族的投票中都被判有罪。
ἦν δὲ τὸ τίμημα τῆς δίκης ἀργυρικόν, §10.49.6ἀσσάρια μυρία.
该案的判罚是货币罚金,共一万阿萨里翁。
καὶ τοῦτʼ οὐκ ἄνευ προνοίας τινὸς ὁ Σίκκιος ποιῆσαί μοι δοκεῖ, ἀλλʼ ἵνα τοῖς τε πατρικίοις ἐλάττων ἡ περὶ τοῦ ἀνδρὸς σπουδὴ γένηται, καὶ μηδὲν ἐξαμάρτωσι περὶ τὴν ψηφοφορίαν ἐνθυμηθέντες, ὅτι εἰς ἀργύριον ζημιώσεται ὁ ἁλοὺς καὶ εἰς οὐδὲν ἕτερον, καὶ τοῖς δημοτικοῖς ἡ πρὸς τὴν τιμωρίαν ὁρμὴ προθυμοτέρα μήτε ψυχῆς ἄνδρα ὑπατικὸν μήτε πατρίδος ἀποστεροῦσιν.
在我看来,西基乌斯这样做并非没有深谋远虑,而是为了让贵族对该人的热忱降温,并让他们在投票时不会因考虑到被判有罪者只会被罚款而无其他处罚而犯下任何过错,同时也让平民对惩罚的冲动更加积极,因为他们既没有剥夺一位前执政官的生命,也没有剥夺其祖国。
Ῥωμιλίου δὲ καταδικασθέντος οὐ πολλαῖς ὕστερον ἡμέραις καὶ Οὐετούριος ἑάλω· τίμημα δὲ καὶ ἐκείνῳ ἐπεγέγραπτο ἀργυρικόν, ἡμιόλιον θατέρου.
在罗米利乌斯被判有罪后没过几天,维图里乌斯也被判有罪;而他也同样被处以货币罚金,是另一人罚金的一倍半。